Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.6.899
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
αλ μ ατ δι Φλαουίῳ Στουδιώσῳ τῷ κρατίστῳ διοικητῇ παρὰ Ἀπολλωναρίου τῆς καὶ Ἀριστάνδρας Ἀριστάνδρου μη τρὸς Διδύμης τῆς ἀπʼ Ὀξυρύγχωντῆς ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως. τῆς εὐμενεστάτης ρυνεν ἐπιι ἐκθέσθαιἐχθέσθαι ἐπὶ τὸ κατʼ ἐμὲ ς κλειουσι ρς τοῦ Ὀξυρυγχείτου ὡς συνα περὶ μὲν πόλιν ἀρούρας κ, περὶ δὲ Χύσιν ἐκ τῶν νομῶν Διονυσιάδος ἀρούρας καὶ περὶ ἀρούρας καὶ περὶ τὸ Ἰσῖον Παγγᾶ ἀρούρας ρι καὶ περὶ Σερῦφιν ἀρούρας λη 𐅵 καὶ περὶ Σενεκελεὺ καὶ Κε σος. εἰςἐς ὅσον μὲν οὖν δύναμίς μοι ὑπῆρχεν ταύτας ἐγεώργουν καὶ ἀν τὰ τελούμενα, ἐπεὶ δὲ συνέβη μοι ἔκ τε ἐπικλασμῶν κελευσθέντων ὑπὸ τοῦ λαμπροτά του ἡγεμόνος Αἰμιλίου Σατουρνίνου καὶ ἐξ ἄλλων τινῶν ἀφορμῶν καὶ ς ἀναγκαίως σχεδόν τι διενιαυτίσαι με ἐν τούτοις οὐ μόνον συνεχομένην ἀλλὰ καὶ διὰ τοῦτο τήν τε ἐνδομενίανἐνδομενείαν μου καὶ τὸν οἰκεῖον κόσμον καὶ τὴν ἀ καὶ ἄλλα τῶν ἐμῶν πλεῖστα ἔμφορα πολλοῦ ἄξια ὀλίγου παντελῶς ἐν τῷ εἰς ἔνδειάν με οὐ τὴν τυχοῦσαν περιστῆναι. οὗ δὴ χάριν ὑπὲρ τοῦ μὴ μετανάστην με γενέσθαι ἐξ σων μόνων τραφεῖσα καὶ ἀναεισα δέομαι ἐπιδιδοῦσα τὸ ὑπόμνημα τὰ συμβεβηκότα μοι καὶ ἀπαλλάξαι με τῆς γεωργίας τῶν προκειμένων ἀρουρῶν καὶ γράψαι τῷ τοῦ Ὀ ξυρυγχείτου στρατηγῷ ὅπως ὁ ἑκάστης κώμης πραγματικὸς πρόνοιαν ποιήσηται γεωργίαν γενέσθαι· ἀνδράσι γὰρ ἔοικεν τὰ τῆς γεωργίας, ὡς καὶ σὺ ὁ κύριος ἐπίστασαι, ματων διὰ τὴν ἔμφυτόν σου εὐεργεσίαν ὑπέταξά σοι ὡς ἕτεραι αφο ἵνʼ ὦ διὰ σοῦ κατὰ πάντα εὐεργετημένη. διευτύχει. ἔτους ιη θεοῦ Αἰλίου Ἀντωνίνου Θὼθ ετιδος Πτολλίωνος, Σατουρνῖνος ῥήτωρ εἶπε· Πτολλίων ὁ πατὴρ τῆς συνηγορουμένης ἔτι περιὼνἐτ διετάσσετο γῆν βασιλικήν τε καὶ δημοσίαν περί τε κώμην Βουσεῖριν καὶ Θιντῆριν καὶ Τα χος κώμας τοῦ Ἡρακλεοπολείτου. ἐπεὶ οὖν ἐκείνου μεταλλάξαντος ἐπὶ κληρονόμῳ ταύτῃ οἱ τῶν κω μῶν τούτων κωμογραμματεῖς παρὰ τὰ ἀπηγορευμένα ἐπιβάλλουσι αὐτῇ τὴν τοῦ πατρὸς γεωργίαν , κέκριται δὲ ὑπὸ τῶν κατὰ καιρὸν ἡγεμόνων καὶ ἐπιστρατηγῶν γυναῖκας ταύτῃ τῇ χρείᾳ μὴ καθέλκεσ θαι, καὶ αὐτὴ ἀξιοῖ ἀναγιγνώσκουσαἀναγεινώσκουσα τὰ κεκριμένα ἀπηλλάχθαι τῆς γεωργίας ἀνδράσι μόνοις προσηκού σης. Παρμενίων εἶπεν· ἀναγνωσθήτω τὰ ἐπὶ τῶν τοιούτων κεκριμένα. ἀναγνωσθέντος διατάγματος Τιβερίου Ἀλεξάνδρου ἀπαγορεύοντος γυναῖκα γεωργίᾳ προσάγεσθαιγεωργιαατεσθαι ἐπὶ τοῦ β ἔτους Γάλβα ι καὶ Οὐαλερίου Εὐδαίμονος τοῦ ἡγεμονεύσαντος τὸ αὐτὸ κεκρικότος ἐπὶ τοῦ ε ἔτους Ἀντωνίνου καὶ Μινικίου Κορελλιανοῦ ἐπιστρατήγου ἐπὶ τοῦ ι ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παρμενίων εἶπεν· ἀκολού θως τοῖς ἀναγνωσθεῖσι δύναται ἡ Ταθυνν τῆς γεωργίας ἀπηλλάχθαι ττο ἑτέρους γεωργοὺς εἰς τὴν γεωργίαν μεταδιατάξαι. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἐσημειωσάμηνἐσημιωσάμην. ἔτους ζ Φαμενὼθ ϛ. ἕως τούτου τῆς ἐπιστολῆς καὶ τοῦ βιβλιδίουβιβλειδίου τὸ ἀντίγραφον. πρὸς ἣν ἀκολούθως ποιῶν ὁ τοῦ νομοῦ βασιλικὸς γραμματεὺς Ἀμμωνιανὸς διαδεχόμενος τὴν στρατηγίαν ἐπέστειλεν τοῖς πραγματικοῖς τῶν κωμῶν περὶ ἅςἁ ἐστιν τὰ ἐδάφη ὡς ὑποτέτακται· Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺς διαδεχόμενος τὴν στρατηγίαν κωμογραμματεῖ Χύσεως καὶ ἄλλων κω μῶν. βιβλιδίωνβιβλειδίων δοθέντων μοι ὑπὸ Ἀπολλωναρίου τῆς καὶ Ἀριστάνδρας ᾧ ἀνείλημπται ἐπιστολὴ τοῦ κρατίστου διοικητοῦ ἔτι δὲ καὶ βιβλίδιονβιβλείδιον περὶ γεωργίας ἣν ἐδήλωσεν μὴ προσήκειν αὐτῇ, τὸ ἕτερον ἐπιστέλλεται ὑμῖν ὅπως κατὰ τὰ κεκριμένα τὴν ἐξέτασιν ποιησάμενοι δηλώσητέ μοι. ἐσημειωσάμηνἐσημιωσάμην. ἔτους ζ Παχὼν κζ. δέον οὖν τὴν μεταδιαταγὴν ἑτέροις γενέσθαι κατὰ τὰ γραφέντα ὑπὸ σοῦ καὶ τὴν ἀπαίτησιν τῶν φόρων πα ρὰ τῶν γεγεωργηκότων, ὅθεν δέομαι ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαι ἐπιστρεφέστερον γραφῆναι τῷ νῦν στρατηγῷ τοῦ νομοῦ ὅπως ἐπαναγκάσῃ τοὺς μὲν πραγματικοὺς κατὰ τὰ ἐπ ἐπισταλένταἐπιστλέντα αὐτοῖς τὴν μεταδιαταγὴν ποιήσασθαι, τοὺς δὲ πράκτορας τὴν ἀπαίτησιν ποιήσασθαι παρὰ τῶν ἀντιποιουμένων τῆς γῆς γεωργῶν, καὶ μὴ ἐνοχλεῖσθαί με γυναῖκα οὖσαν ἄνανδρον καὶ ἀβοήθητον, καθὼς πρότερον ἐπέ στειλας περὶ τούτου, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα ἐπιδέδωκα. ἔτους η Τῦβι α ἐσημειωσάμηνἐσημιωσαμ. Αὐφίδιος Ἀμμώνιος ἐσημειωσάμην. ἕως τούτου τὸ βιβλίδιονβιβλείδιον καὶ ἡ ἀναγραφὴ καὶ ἡ ἐπιστολή· οἷς ἀκολούθως ἀξιῶ ἐπιστεῖλαί σε τοῖς ἐπὶ τῶν τόπων πραγματικοῖς ὅπως καθʼ ἃ ἠξίωσα τὴν μεταδιαταγὴν ποιήσωνται πρὸς τὸ καὶ τοὺς πράκτορας τὴν ἀπαίτησιν τῶν ὀφειλομένων ποιήσασθαι παρʼ ὧν προσήκει. ἔτους θ Θὼθ α. Ἀπολλωνάριον ἡ καὶ Ἀριστάνδρα Ἀριστάνδρου ἐπιδέδωκα. Κορνήλιος Πεκύσιος ἐπιγέγραμμαι αὐτῆς κύριος. ς ὑπηρέτης ἐπήνεγκα. ἔτους θ Θὼθ α. ας ἀποφάσεως παροικ καὶ γεωργ Ἀντωνίνῳ ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, πρὸ ϛ εἰδῶν Ἀπριλλίων Φαρμοῦθι ιγ ς εἶπεν· καταφυγὴν ἐπὶ σὲ τὸν κύρι ον λέγων ἐδανεισάμην, κεφάλαιον καὶ τοὺς τόκους Διοφάνει Διοφάντῳ vestiges ὑπὸ σοῦ ἐπιστάλματος οὗ ἐστιν ἀντίγραφον· Διοφάνης στρατηγὸς Ὀξυρυγχίτου κωμογραμματεῦσι τῶν ὑπογεγραμμένων κωμῶν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἡρακλείας Θέωνος ᾧ ἀνείλημπται ἀντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ Φλαυίου Στουδιώσου τοῦ κρατίστου διοικητοῦ περὶ γεωργίας δημοσίας γῆς ὡς οὐ προσηκούσης αὐτῇ ἀντίγραφον ἐπιστέλλεται ὑμῖν ὅπως ἐξετάσαντες κατὰ τὸ ἀκριβέστερονἀκρειβέστερον τω ἀκόλουθόν ἐστιν τ σεσημείωμαι, ἔτους η Μεσορὴ ἐπαγομένων ε. Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος Εὐσεβής γυναιξὶν δικαίας παραιτήσεως. ἔτους Φαρμοῦθι ιη δηλοῦμεν ἀναγράφεσθαι νομαὶ ΔιονυσιάδοςCross-references (3)
- TM-Text 20362 20363 20364 20365 primary
- DDbDP-Text p.oxy;6;899 tier-1
- HGV-Text 20362 20363 20364 20365 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.