Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67299

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

καὶ ἐμπεφυτευκέναι ὁμοῦ τὰ ὄντα νῦν ἐν τῷ αὐτῷ χωρήματι κέλλια δύο μετὰ τῆς φαινομένης αὐτῶν ὄψεως καὶ τῆς καθόλου περιοχῆς, σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ θύραις καὶ θυρίσιν, κατʼ ἐμφυτεύσεως ὁμοῖως δίκαιον καὶ ἐπὶ κατοχῇ καὶ πάσῃ ἐξουσίᾳ καὶ πληρεστάτῳ ἐμφυτευτικῷ δικαίῳ ἀναφαιρέτως, πρὸς τῷ δύνασθαι, ὡς προγέγραπται, ΦοιβάμμωναΦοβάμμωνα τὸν λαμπρότατον καὶ σοφώτατον σχολαστικὸν καὶ κληρονόμους αὐτοῦ καὶ διαδόχους καὶ διακατόχους, ἔχειν ὡς εἴρηται ἅπαν τὸ προειρημένον ψιλὸν χώρημα μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς καὶ τῶν περιτειχισμάτων μετὰ τοῦ ἐνόντος αὐτῷ λάκκου τε καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ βοοστασίου καὶ πάσης καὶ τῆς καθόλου περιοχῆς, ἐξεῖναι δὲ τῷ αὐτῷ λαμπροτάτῳ καὶ σοφωτάτῳ σχολαστικῷ ΦοιβάμμωνιΦοβάμμωνι διεκδικεῖν πᾶν δίκαιον εἴτε σωματικὸν εἴτε ἀσώματον, προσῆκον τῷ προειρημένῳ ψιλῷ χωρήματι, εἰ συνέβη τι ἐν τῷ μεταξὺ χρόνῳ ἀποσπασθῆναι εἴτε μέρος τοῦ προειρημένου ψιλοῦ χωρήματος εἴτε δίκαιονδικαιου τοῦτο ἐκδικῆσαι, καὶ ἔχειν ὑπὸ τὴν ἰδίαν κατοχὴν καὶ κτῆσιν, καὶ εἰς ἣν βούλεται ὄψιν καὶ εἰς ὃν βούλεται τρόπον μετασχηματίζειν αὐτὸν τὸν εἰρημένον τόπον καὶ τὰ ἐν αὐτῷ κελλία, καὶ ἀνοικοδομεῖν αὐτὰ , καὶ ἁπλῶς, ὅπως ἂν αὐτῷ δόξῃ, εἴτε εἰς βελτίονα εἴτε εἰς χείρονα ἐνεγκεῖν ὄψιν, οἷα τῆς τοῦ αὐτοῦ τόπου τύχης κινδυνευομένης αὐτῷ, ἐξεῖναι δὲ αὐτῷ καὶ ἐκποιεῖν τὸ ἐπʼ αὐτῷ τῆς ἐμφυτεύσεως δίκαιον, καὶ ἀντι καταλλάττειν καὶ εἰς ὃν βούλεται ἄλλον παραπέμπειν ἀκωλύτως καὶ ἀνεμποδίστως. ἀνθʼ ὁμολογεῖ δὲ καὶ Φοιβάμμων ὁ λαμπρότατος καὶ σοφώτατος σχολαστικὸς ἑκὼν καὶ πεπεισμένος, χωρὶς παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ περιγραφῆς πάσης καὶ συναρπαγῆς, κυρίᾳ βουλήσει καὶ ἀμετατρέπτῳ λογισμῷ καὶ ἀμετανοήτῳ γνώμῃ ὀρθῇ διανοίᾳ, ἐξειληφέναι καὶ ἐμπεφυτεύεσθαι παρὰ τοῦ δικαίου τοῦ μνημονευθέντος ἁγίου οἴκου, διὰ τῶν προδηλουμένων θεοφιλεστάτων καὶ εὐλαβεστάτων προσώπων, τὸν προδηλούμενον ψιλὸν τόπον ὁλόκληρον οἵας ἐστὶ θέσεως, μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς, καὶ μετὰ τοῦ ὄντος ἐν αὐτῷ λάκκου τε καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ βοοστασίου καὶ τῶν ὄντων ἐν αὐτῷ νῦν δύο κελλίων καὶ παντὸς αὐτῶν τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς. καὶ ὁμολογεῖ αὐτός τε καὶ κληρονόμοι αὐτοῦ καὶ διάδοχοι καὶ διακάτοχοι διδόναι καθʼ ἕκαστον ἐνιαυτὸν τῷ δικαίῳ τοῦ αὐτοῦ ἁγίου οἴκου, διὰ τῶν αὐτοῦ κατὰ καιρὸν προεστώτων εὐλαβεστάτων ἀνδρῶν, ὑπὲρ ἐτησίου ἀπο τάκτου ἤτοι ἐμφυτεύματος τοῦ αὐτοῦ ψιλοῦ χωρήματος, νόμισμα ἓν παρὰ κεράτια πέντε κατὰ τὴν συναλλαγὴν τῆς πόλεως. ὁμολογοῦσιν δὲ οἱ ἀφʼ ἑκατέρου μέρους μὴ ἐξεῖναι μηθετέρῳ μέρει ἀναπαλαῖσαι πρὸς τὴν προγεγραμμένην ἐμφύτευσιν ἢ ὑπεναντίον αὐτῆς χωρεῖν, ἀλλʼ ἐν παντὶ χρόνῳ καὶ πᾶσι τρόποις ἄτρωτόν τε καὶ ἀσάλευτον παραφυλάξαι αὐτήν. καὶ ὅτι ταύτην τὴν ὁμολογίαν κατὰ νόμους πάσης ἐμφυτεύσεως φυλάσσοντες ἑκάστῳ αὐτῆς μέρει ἰσχυρὰν καὶ ἀσάλευτονἀσάλευτων, καὶ ἐπὶ τῆς προκειμένης ἐμφυτεύσεως μένοντες οὐ παραβήσονται τὴν τῶν αὐτῶν ἀμοιβαίων ὁμολογημάτων δύναμιν, οἱ ἀφʼ ἑκατέρου μέρους, Μηνᾶς μὲν ὁ εὐλαβέστατος γενικὸς οἰκονόμος καὶ Νουμένιος ἰδικὸς οἰκονόμος τοῦ πολλάκις εἰρημένου ἁγίου εὐκτηρίου οἴκου, διεβεβαιώσαντο ἐνώπιον τοῦ δεσπότου Χριστοῦ καὶ τοῦ περικειμένου αὐτοῖς σχήματος Φοιβάμμων δέ ὁ σχολασιτκὸςκαὶ αὐτὸς ἐπωμόσατοΦοιβάμμωνος μάρτυρος, καὶ ἐπώμοσαν τήν τε ἁγίαν καὶ ὁμοούσιον Τριάδα, καὶ τὴν νίκην τοῦ τῆς οἰκουμένης δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, πρὸς τὸτω, εἰ βουληθείη ὁπότερον παρα βῆναι μέρος τὰ προδιομολογηθέντα, μηδὲν μὲν ὤνασθαι ἐκ τοῦ ἐπιχειρήματος, δώσειν δὲ τῷ ἐμμένοντι μέρει ὑπὲρ μόνου τοῦ τῆς παραβάσεως ἐγχειρήματος, ἐκ συμφώνου καὶ ἐπερωτήσεως, λόγῳ προστίμου καὶ ποινῆς, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα, χρυσοῦ νομισμάτια τριάκοντα ἓξ εὔσταθμα, πρὸς τὸτω καὶ μετὰ τὴν τοῦ προστίμου ἔκτισιν εἰ οὕτω τύχοι, καὶ πρὸ τῆς τούτου καταβολῆς, ἰσχυρὰν εἶναι ἀρραγῆ καὶ ἀσάλευτον τὴν δύναμιν τῆς πάρουσης ἐμφυτευτικῆς ὁμολογίας ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ κεφαλαίοις πανταχοῦ προφερομένην, καὶ πρὸς τὸτω τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ ἐγκλήματι ς τῆς ἁγίας ἐκκλησίας παραβα μηδέποτε αὐτὸν ζημιώμασι τούτου χάριν προστριβήσεσθαι ῳ πίστει αὐτοῦ. καὶ ἐπὶ τούτοις ἐπερωτήσαντες ἀλλήλους οἱ ἀφʼ ἑκατεροῦ μέρους καὶ ἐπερωτηθέντες παρʼ ἀλλήλων ταῦθʼ οὕτως ἔχειν διδόναιδώσειν ποιεῖν φυλάττειν εἰς πέρας ἄγειν ὡμολογήσαμεν Μηνᾶς μὲν ὁ εὐλαβέστατος γενικὸς οἰκονόμος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.