Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.2.483

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ ἀμήν ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ Τριάδος Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βασιλείας τοῦ γαληνοτάτουκλεινοτατου καὶ θεοστεφοῦς ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἕκτου καὶ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους πέμπτου Μεσορὴ ιβ τῆς πέμπτης ἰνδικτίονος. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἑαυτοὺςἑκάστους τὴν ἔγγραφον καὶ ἀπαράβατον ὁμολογίαν τῆς ἐμφυτεύσεως ἑκόντες καὶ πεπεισμένοι ἐκ μὲν τοῦ ἑνὸς μέρους τὸ δίκαιον τοῦ εὐαγοῦς μοναστηρίου τοῦ τῆς θεοφιλοῦς μνήμης ἀββᾶ Πατόϊτος ὄρους κώμης ΤανυαίθεωςΤαναιθέως τοῦ Ἀπολλωνοπολίτου νομοῦ διʼ ἐμοῦ Μηνᾶ υἱοῦ Πανήυτος τοῦ εὐλαβεστάτου προεστῶτος καὶ μονάζοντος τοῦ αὐτοῦ μοναστηρίου καὶ διʼ ἑτέρων κατὰ καιρὸν παραλημψομένων παρʼ αὐτοῦ τὴν ἡγεμονίαν τοῦ αὐτοῦ μοναστηρίου ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρήλιος Ἰωάννης ἐκ πατρὸς Φοιβάμμωνος ἐκ μητρὸς Ὑπατείας ὁρμώμενος ἀπὸ ἐποικίουἐποικείου καλουμένου Βησπαϊομ ὄρους τῆς αὐτῆς κώμης ΤανυαίθεωςΤαναίθεως τοῦ αὐτοῦ Ἀπολλωνοπολίτου νομοῦ καὶ ὁμολογοῦσιν ἀλλήλοις τὰ ἑξῆς ὑποτεταγμένα χαίρειν· ὁ προλεχθεὶς Ἰωάννης Φοιβάμμωνος λόγους κεκίνηκεν τῷ αὐτῷ μοναστηρίῳ διὰ τοῦ προγεγραμμένου Μηνᾶ προεστῶτος κατʼ αἴτησιν αὐτοῦ καὶ παράκλησιν βουλόμενος ἐμφυτεύσασθαι ἀρούρας δώδεκα ἥμισυ σπόριμασπόριμη γῄδια ἔτι δὲ καὶ ἀρούρας πέντε χέρσου γῆς ἐκ τῶν ὑπαρχόντων αὐτῷ σπορίμων γῃδίων καὶ χέρσων γῃδίων ἀτελοῦς γῆς καὶ ἀνύδρων κατὰ τὸν διηγορευμένον τοῖς νόμοις περὶ ἐμφυτεύσεως τύπον καὶ τῶν καὶ διακειμένων ἐν τῷ αὐτῷ ὄρει τῆς αὐτῆς κώμης περικύκλωθεν τοῦ αὐτοῦ μοναστηρίου καὶ περιελθουσῶν εἰς τὸ αὐτὸ μοναστήριον ἀπὸ δικαίων αὐτοῦ καὶ τῶν περὶ τούτων λόγων ἑκατέρῳ μέρει συναρεσάντων ἑκόντες καὶ πεπεισμένοι δίχα παντὸς δόλου καὶ βίας καὶ φόβου καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πλάνης καὶ οἱασδήποτε νομίμου παραγραφῆς ἢ περιγραφῆς εἰς ταύτην ἐληλύθασινελυλυθασιν τὴν ἔγγραφον καὶ ἀπαράβατον ἐμφυτευτικὴν ὁμολογίαν διʼ ἧς ὁμολογοῦσιν τὸ μὲν προλεχθὲν δίκαιον τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Πατόιτος διʼ ἐμοῦ τοῦ προγεγραμμένου Μηνᾶ προεστῶτος ἐντεῦθεν ἤδη ἐκδεδωκέναι καὶ παρακεχωρηκέναι τῷ προλεχθέντι Ἰωάννῃ Φοιβάμμωνος καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον εἰς τὸ διηνεκὲς κατὰ τὸ τῆς ἐμφυτεύσεως δίκαιον ἐπὶ τὸν τῆς αὐτοῦ ζωῆς χρόνον καὶ τῶν αὐτοῦ κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τὰς προλεχθείσας σπορίμαςσποριμη ἀρούρας δώδεκα ἥμισυ καὶ χέρσου γῆς ἀρούρας πέντε τῷ δικαίῳ σχοινίῳ ἐκ τῶν ὑπαρχόντων αὐτῷ σπορίμων γῃδίων καὶ χέρσων γῃδίων ἀτελοῦς γῆς καὶ ἀνύδρων· γείτονές εἰσιν τῶν αὐτῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως οὕτως· νότου ἄρουραι τοῦ αὐτοῦ μοναστηρίου, βορρᾶ ἄρουραι Παύλου υἱοῦ Σενούθου καὶ τῶν τέκνων Ἰωάννου Παλῶτος ἐλθοῦσαι εἰς αὐτοὺς ἀπὸ δικαίας ἐμφυτεύσεως παρὰ τοῦ αὐτοῦ μοναστηρίου, ἀπηλιώτου τὸ κλῆρον ἤτοι ἄρουραι τοῦ αὐτοῦ μοναστηρίου πρότερον ὑπὸ Παντακ γεωργὸν, λιβὸς ὄρος τῆς αὐτῆς κώμης καὶ εἰ δὲ μὴ εὑρηθείη πληρῶσαι τὰς αὐτὰς σπορίμας γῄδιας ἀρούρας δώδεκα ἥμισυ ἐπὶ τῷ πληρῶσαι τὴν λοιπάδα ἤτοι τὴν συμπλήρωσινἐμπλήρωσιν αὐτῶν ἐκ νότου τῶν προλεχθεισῶν χέρσων γῃδίων ἀρουρῶν πέντε καὶ ἀπὸ τοῦ ὁρίου τοῦ κοινοῦ ἤτοι Ψαι ἐπὶ ἀπηλιώτην ἄχρι πληρῶσαι τὴν συμπλήρωσινἐμπλήρωσιν τῶν αὐτῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως γείτονές εἰσιν τῶν αὐτῶν χέρσων γῃδίων ἀρουρῶν πέντε οὕτως νότου ἄρουραι τοῦ αὐτοῦ μοναστηρίου λεγόμεναι Θη, βορρᾶ γῄδια τοῦ αὐτοῦ μοναστηρίου, ἀπηλιώτου αἱτας προκειμέναιπροκειμενας ἄρουραιἀρουρας δώδεκα ἥμισυ σπόριμα γῄδια, λιβὸς ὄρος τῆς αὐτῆς κώμης ΤανυαίθεωςΤαναίθεως ἢ οἷοί εἰσιν νυνὶ γείτονες καὶ ἂν ὦσιὦσει πάντῃ πάντοθεν ὥστε σὺν θεῷ τὸν προγεγραμμένον Ἰωάννην Φοιβάμμωνος νεμόμενον καὶ καρπούμενον τὰς προλεχθείσας σπόριμα γῄδια ἀρούρας δώδεκα ἥμισυ καὶ χέρσου γῆς ἀρούρας πέντε ἀτελοῦς γῆς καὶ ἀνύδρων καθὼς ἀνωτέρω γέγραπται καὶ οἰκεῖν καὶ διοικεῖν καὶ ἐκποιεῖν καὶ μεταποιεῖν καὶ φιλοκαλέσαι καθʼ ὃν ἂν βουληθείη τρόπον καὶ πᾶσαν φιλοκαλίανφιλοκαλείαν ἐν αὐταῖς ποιήσασθαι τὴν αὐτῷ δοκοῦσαν καὶ ἄμπελον ἐν αὐταῖς ἀνάξαι καὶ λάκκους ἐνορύξαιἐνωρύξαι εἰ βουληθείη καὶ πάντα ἐν αὐταῖς πράττειν ὅσα οἱ νόμοι ἐπιτρέπουσιν ποιεῖν τῆς ἐμφυτεύσεως ἔχουσιν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους διαδόχους καὶ διακατόχους καὶ χρῆσθαι ᾧ τρόπῳ βουληθείη ἀκωλύτως καὶ ἀνεμποδίστως διαπαντὸς ἐπάναγκες ἀπὸ καρπῶν τῆς σὺν θεῷ εὐτυχῶς ἐσομένης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς ἐπὶ τὸ διηνεκὲς καὶ διδόναι τῷ αὐτῷ εὐαγεῖ μοναστηρίῳ διὰ τοῦ προγεγραμμένου ἀββᾶ Μηνᾶ προεστῶτος καὶ διʼ ἑτέρων κατὰ καιρὸν προεστώτων λόγῳ ἐνιαυσιαίου καὶ αἰωνίου πάκτου χρυσοῦ νομισμάτιον ἕν δίμοιρον τῇ συναλλαγῇ τὰ ποιοῦντα κεράτια τριάκοντα ἓξ ἥμισυ χρυσοχοϊκῷ σταθμῷ οὕτως ὑπὲρ τῶν προλεχθεισῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως κεράτια δεκα οκτὼ τέταρτον , ὑπὲρ δὲ τῶν χέρσου γῆς ἀρουρῶν πέντε τὰ ἄλλα κεράτια δεκαοκτὼ τέταρτον χρυσοχοϊκῷ σταθμῷ ὅπερ τὸ προειρημένον πάκτον τῶν κερατίων δεκαοκτὼ τετάρτου χρυσοχοικῷ ὑπὲρ τῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως παρασχεῖν ὁ προγεγραμμένος Ἰωάννης Φοιβάμμωνος καὶ κληρονόμοι αὐτοῦ καὶ διάδοχοι καὶ διακάτοχοι τῷ αὐτῷ μοναστηρίῳ ἐν τῷ Τῦβι μηνὶ τῆς παρούσης πέμπτης ἰνδικτίονος καὶ αὐτῆς καὶ οὕτως ἐφεξῆς καθʼ ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως τὰ δὲ ἄλλα κεράτια δεκαοκτὼ τέταρτον ὑπὲρ τῶν προλεχθεισῶν χέρσου γῆς ἀρουρῶν πέντε εἴσω τεσσάρων ἐτῶν ἀριθμουμένων ἀπὸ τοῦ μηνὸς Φαρμοῦθι τῆς παρούσης πέμπτης ἰνδικτίονος μέχρι τοῦ Φαρμοῦθι μηνὸς τῆς σὺν θεῷ ἐνάτηςἐννάτης ἰνδικτίονος ἐφεξῆς κατʼκαθʼ ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως καὶ ἀνελλειπῶς καὶ μηδὲν ἕτερον ἐπιζητεῖν πρὸς τὸν αὐτὸν Ἰωάννην Φοιβάμμωνος μήτε πρὸς τοὺς αὐτοῦ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους παρὰ τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Πατόϊτος διὰ μὲν τοῦ προγεγραμμένου Μηνᾶ τοῦ εὐλαβεστάτου προεστῶτος καὶ διὰ ἄλλων προεστώτων κατὰ καιρὸν τοῦ αὐτοῦ μοναστηρίου μήτε περὶ πάκτου μήτε περὶ συντελείας μήτε περὶ ἄλλου οἱουδήποτε πράγματος περαιτέρω τοῦ προγεγραμμένου πάκτου τῶν αὐτῶν κερατίων τριάκοντα ἓξ ἥμισυ χρυσοχοικῷ σταθμῷ μήτε μὴν δύνασθαι τὸν αὐτὸν ἅγιον μοναστήριον διὰ τοῦ προγεγραμμένου προεστῶτος Μηνᾶ τοῦ εὐλαβεστάτου καὶ διʼ ἑτέρων κατὰ καιρὸν προεστώτων ἀφελεῖν μήτε ἀποσπάσαι ἀπὸ τοῦ προγεγραμμένου Ἰωάννου μήτε ἀπὸ τῶν αὐτοῦ κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τῆς νομῆς καὶ τῆς δεσποτείας τῶν προλεχθεισῶν σπορίμων γῃδίων ἀρουρῶν καὶ τῶν προλεχθεισῶν χέρσων γῃδίων ἀρουρῶν πέντε ἢ μέρους αὐτῶν καθʼ οἱονδήποτε τρόπον ἢ νόμοννομην ἢ δίκαιον ἀποσπάσαι ἀπʼ αὐτοῦ καθὼς ἀνωτέρω γέγραπται αὐτοῦ μέντοι γε τοῦ προγεγραμμένου Ἰωάννου καὶ κληρονόμων αὐτοῦ καὶ διαδόχων καὶ διακατόχων εὐγνωμονούντων εἰς τὴν ἀπόδοσιν τοῦ εἰρημένου πάκτου κατʼκαθʼ ἔτος ἀλλʼ εἰ δὲ συμβῇ τὸν αὐτὸν Ἰωάννην ἢ τοὺς αὐτοῦ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἐλθεῖν εἰς ἀγνωμοσύνην περὶ τῆς ἀποδόσεως τοῦ αὐτοῦ πάκτου ἢ μέρους αὐτοῦ ἐπὶ δύο ἢ τριῶν ἐτῶν ἐφεξῆς διαμαρτυρίαςδιαμαρτυρία χάριν τινῶν ἀξιοφανῶνἀξιωφανῶν ἀνδρῶν μαρτυρούντων τῇ τοιαύτῃ ἀγνωμοσύνῃ ἐπὶ τῷ τὸ αὐτὸ μοναστήριον ἄδειαν καὶ ἐξουσίαν ἔχειν ἀφελεῖν καὶ ἀποσπάσαι ἀπὸ τοῦ προγεγραμμένου Ἰωάννου τὰς αὐτὰς σπόριμας ἀρούραςγηδιας καὶ τὰς αὐτὰς χέρσου ἀρούραςγηδιας ὅσας εἰσὶν πεφιλοκαλημένας μετὰ καὶ τῆς πάσης αὐτῶν φιλοκαλίαςφιλοκαλείας καὶ διοικεῖν αὐτὰς οἵῳ τρόπῳ βουληθείη καὶ μὴ δόξῃ τῷ προγεγραμμένῳ Ἰωάννῃ μήτε τοῖς αὐτοῦ κληρονόμοις πιάσαι ὀψάρια ἐκ τῶν παντοίων ὑδάτων τῶν περικύκλωθεν τοῦ αὐτοῦ μοναστηρίου μήτε μὴν δύνασθαι τὸν αὐτὸν Ἰωάννην φαγεῖν ἐκ τῆς βοσκῆς τῶν αὐτῶν ἀρουρῶν σπορίμων γῃδίων ἀλλʼ ἐπὶ τῷ τὰ κτήνη τοῦ αὐτοῦ μοναστηρίου φαγεῖν τὴν αὐτὴν βοσκὴν διὰ τὸ οὕτω ὀρθῶς καὶ δικαίως δεδόχθαι καὶ πεπεῖσθαι καὶ συνῃρῆσθαι ἡμῖν ἀμφοτέροις τοῖς μέρεσι καὶ ὅτι τὰ προγεγραμμένα καὶ διωμολογημένα κεφάλαια παρʼ ἡμῶν τῶν ἀφʼ ἑκατέρου μέρους φυλάξομενφυλαξομενα ἄτρωτα καὶ ἀσάλευτα καὶ ἀπαράβατα ἐπωμοσάμεθα τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐρανίαν τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἐμμένειν διαπαντὸς ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν καὶ κατὰ μηδένα τρόπον παρασαλεύειν αὐτὴν ἢ μέροςμέρους αὐτῆς κατά τινα τρόπον καὶ εἰ δέ τιςδʼ ἕτερος ἐξ ἡμῶν παραβαίη ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν παρέξει τὸ παραβαῖνον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου καὶ παραβάσεωςπαραβασείας χρυσοῦ οὐγκίας ἓξ γίνονται χρυσοῦ οὐγκίαι ϛ ἔργῳ καὶ δυνάμει ἀπαιτουμένῃ κινδύνῳ αὐτοῦ καὶ πόρῳ τῆς ἰδίας αὐτοῦ ὑποστάσεως μετὰ καὶ ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦἁπανταχοῦ προφερομένην καὶ ἐφʼ ἅπασιἐφάπαξ τοῖς ἐγγεγραμμένοις ἐπερωτηθέντες ὡμολογήσαμεν δηλονότι ὡς ἀνωτέρω εἴρηται ἐπὶ τῷ τὸν αὐτὸν Ἰωάννην φαγεῖν τὰ κτήνη αὐτοῦ τὴν βοσκὴν τῶν αὐτῶν σπορίμων γῃδίων κατʼκαθʼ ἔτος καὶ διδόναι ὑπὲρ τῆς τούτου τιμῆς κατʼκαθʼ ἔτος οἴνου μούστουμούσθου ἀγγεῖαἀγγῖα δύο τῷ πεντεξέστῳπεντιξεστω μέτρῳ ἀπὸ καρπῶν τῆς σὺν θεῷοὔσης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς κατʼκαθʼ ἔτος ἐπὶ τὸ διηνεκὲς καὶ εἰς τοῦτο καὶ εἰς τὰ προγεγραμμένα ἐπερωτηθέντες ὡμολογήσαμεν. Ἰωάννης Φοιβάμμω νος ὁ προκείμενος στοιχεῖ μοι τὸ παρὸν ἐμφύτευμα τοῦ ἐτησίου πάκτου τῶν κερατίων τριάκοντα ἓξ ἡμίσεως ὡς πρόκειται. Μηνᾶς σὺν θεῷ προεστὼς ἔχω παρʼ ἐμαυτὸν τὸ παρὸν ἐμφύτευμα ὡς πρόκειται Μουσαίως Θεοδοσίου πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Λέων Παχυμίοη μονάζωνμονασζ καὶ διάκονος τοῦ αὐτοῦ μοναστηρίου μαρτυρῶ ὡς πρόκειται Λέων Σαμουηλίου διάκονος καὶ μονάζων τοῦ αὐτοῦ μοναστηρίου μαρτυρῶμαρτηρῶ ὡς πρόκειται Καλίμχος Ψὸν διάκονος μαρτυρῶ τῷ ἐμφυτεύματι ἀκούσας παρὰ τῶν θεμένων Μηνᾶς Πινουττίωνος πρεσβύτερος μαρτυρῶμαρτηρῶ τῷ ἐμφυτεύματιἐμφυτεύνατι ἀκούσας παρὰ τῶν θεμένων ἐγράφη διʼ ἐμοῦ Φοιβάμμωνος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.