no image
DDbDP-text
Διδύμη Ἡρακλείδου μετὰ κυρίου
τοῦ υἱοῦ Πρωτάρχου Ἰσιδώρῳ
Ἀπύγχεως μισθωτῇ χαίρειν.
ἀπέχω παρὰ σοῦ τὸν φόρον, οὗ
ἔχεις μου περὶ κώμην Καρανίδα ἐν μισθώσει παραδεισοφοινικῶνος
ὑπὲρ τοῦ διεληλυθότος η ἔτους ἐκπεπτωκότα
εἰς τὸ ἐνεστὸς ἔνατον ἔτος
ἀργυρίου δραχμὰς τριάκοντα καὶ τὰ ἐξαίρετα, τῆς δὲ
μισθώσεως βεβαιουμένης
εἰς ἔτη δέκα συνεφώνησαν
ἀλλήλοις ἐπὶ …να…[…]…α
ἀπὸ τοῦ διεληλυθότος ὀγδόου
ἔτους. ἔτους ἐνάτου Ἀντωνίνου
καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν
Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν
Μεγίστων Φαμενὼθ λ. Πρώταρχος ἔγραψα καὶ
ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.