no image
DDbDP-text
Account of vine - shoots via HGV-meta
Linked by Trismegistos ID
TM 1361.
Each record below describes this same artifact or text from a different angle.
ὅσα Ἀνδρόνικος ἀπέσταλκενἀφέσταλκεν φυτὰ ἀπὸ Ἁθὺρ λ ἕως Χοίαχ ια ἐν ἡμέ ραις ιβ τὰ ὑποζύγια τὰ παρʼπηρʼ ἡμῶν τὰ πρῶτα ὑποζύγια η ἀνὰ δέσμας η γίνονται δέσμαι ξδ ἐν τῆι δέσμηι φυτὰ ν γίνονται Γσ ιη Ἰναρῶς ὑποζύγια θ ἀνὰ δέσμας η γίνονται δέσμαι οβ ἐν τῆι δέσμηι φυτὰ ν γίνονται Γχ κα τὰ ἡμέτερα ὑποζύγια καὶ ἄλλας δέσμας ἃς ἤνεγκανἤνενκαν ἐκἐγ Μούχεως λϛ ἀνὰ ν γίνονται Αω Διονυσοδώρου δὲ παραγενο μένου καὶ βουλομένου τέμνειν ἐκώλυσεν αὐτὸν ὁρῶν αὐτὸν ἄπειρον ὄντα Πᾶσις Παιῆτος τέμνειν τὰ φυτὰ φάμενος δεδωκέναι Ἀνδρο νίκωι ἵνα μὴ τέμνηι ἐκ τοῦ ἀμπελῶνος δραχμὰς δ ὡσαύτως δὲ καὶ τῶν ῥόδων ἵνα μὴ ἐξέληι ἔδωκεν δραχμὰς δ τὴν δὲ ὑπόσχεσιν τῶν ὀκτὼ δραχμῶν ἔδωκεν αὐτῶι ὁρῶν αὐτὸν λυμαινόμενον τὰς ἀμπέλους καὶ ἄπειρον ὄντα τῆι τομῆι. καὶ ἐκἐγ Μούχεως παρὰ τοῦ καπήλου Ὥρου Φάβιτος καὶ εἷς τῶν ὑποζυγίων τῶν μεμισθωμένων ἐπὶ τὰ φυτὰ ὥστε ἄγειν ἀπορρίψαςἀπορίψας ἐν τῆι ὁδῶι τὰ φυτά, τὴν γυναῖκα ἀνεβίβασεν· καὶ τοὺς κατα- μηνίους γεωργοὺς στλ ἀπέστειλεν εἰς τὴν Δικαίου καὶ δευτεραῖοι παρεγέ νοντο. ὡσαύτως δὲ οἱ αὐτοὶ κατέστησαν εἰς Φιλαδέλφειαν τὴν γυναῖκα αὐτοῦ· καὶ αὐτὸς δὲ κατα λιπὼν ἀπῆλθεν. καὶ ἃ ἀπεκόμισεν Διονυσόδωρος Χοίαχ ἀπὸ ια ἕως ιϛ ἐν ἡμέραις ϛ ια ἡμίονοι ε ἀνὰ δέσμας ι ἀνὰ φυτὰ ν ιε γίνονται Βφ ιϛ ἡμίονοι ε ἀνὰ ιϛ ἑκάστηι ν γίνονται Γω καὶ ὑπάρχει ἐν Ψεοννώφρει δέσμαι μ καὶ ἐν Κροκοδίλων πόλει δέσμαι ιβ γίνονται νβ ἀνὰ φυτὰ ν γίνονται Βχ γίνονται τὰ πάντα φυτὰ μυριὰς α Βυ τῶν δὲ Ἀνδρονίκου ἀπεσταλμένων φυτῶν. τὸ ὀφείλημαὀφίλεμα Ἀκέστωρ βο ΑSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.