no image
DDbDP-text
Pachtofferte via HGV-meta
Offer by a soldier to lease fifteen arouras from Aurelia Charite. An offer to lease fifteen arouras of farmland near Hermopolis, made by Flavius Cassius, a junior officer of a unit of Moorish shield-bearers stationed in the city, to the landowner Aurelia Charite. He promises a fixed rent of 30 artabas of wheat, with Charite paying the taxes; dated 22 October 347. machine translation
Linked by Trismegistos ID
TM 15563.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίᾳ Χαρίτῃ Ἀμαζονίου ἄρξαντος βουλευ
Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης
παρὰ Φλαυίου Κασίου προμώτου
οὐεξιλλατίωνος Μαύρων σκουταρίων τῶν ὑπὸ
Ἀλμισιανὸν πραιπόσιτον διακειμένων
ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει. βούλομαι ἑκουσίως καὶ
αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος καρπῶν τῆς εὐτυχοῦς
ζ νέας ἤτοι κβ ἰνδικτίωνος τὰς ὑπαρχούσας
σοι ἐν περιχώματι Μαγδώλων Μιρὴ ἐκ τοῦ
διʼ αὐτῶν κλήρου ἀρούρας δεκαπέντε εἰς
σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι
φόρου ἀποτάκτου πυροῦ ἀρταβῶν τριάκοντα
ὅνπερ φόρον μετρήσω τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς
ζ ἰνδικτίωνος ἀνυπερθέτως πυρὸν νέον καθαρὸν
ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον
μέτρῳ Ἀθηναίῳ τοῦ σοῦ καθαρίζοντος καὶ μετροῦντος ἐφʼ ἁλώνων μητροπόλεως τῶν
δημοσίων πάντων καὶ ἐπιμερισμῶν
καὶ ἀννωνῶν καὶ ἐπιβολῶν ὄντων πρὸς σὲ
τὴν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας Οὐλκακίου Ῥουφίνου τοῦ λαμπροτάτου
ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου
Εὐσεβίου τοῦ λαμπροτάτου Φαῶφι κδ.
Φλάουιος Κάσιος μεμίσθωμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.