no image
DDbDP-text
Receipt of tower-guards of Ptolemais Hormou for monthly wages from the public bank. Receipt from seven tower-guards of Ptolemais Hormou to the public bankers Sabinus, Deios and partners for their wages for the month of Mecheir, totalling 248 drachmas. Each guard is listed with his tower, age, identifying scar and pay; it was written for them by a scribe because they were illiterate, in AD 155. machine translation
Linked by Trismegistos ID
TM 10456.
Each record below describes this same artifact or text from a different angle.
[17]
Σαβείνῳ καὶ Δείωι καὶ μετόχοις δημοσίοις τραπεζίταις.
οἱ ὑπογεγραμμένοιἄνδρες ζ μαγδωλοφύλακες
ἀπὸ Πτολεμαίδος Ὅρμου ἀπέχομεν
παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὲρ
ὀψωνίου τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος
ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνδράσι μὲν πέντε ἑκάστῳ δραχμὰς μ, δραχμαὶ σ ἀνδράσι δὲ δύσι ἑκάστῳ
δραχμὰς κδ, δραχμὰς δη ὡς τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς σμη, γίνονται δραχμαὶ σμη.
εἰσὶ δὲ ὡς ὑπόκειται· Ειου[…]μ
τοῦ Ειο[…]μ πρώτου μαγδώλου ἐτῶν μγ οὐλὴ γόνατι ἀριστερῷ δραχμὰς μ
Ὁρεῦς καλούμενος Ὠσεὺς Ἥρωνος τοῦ Πατύνεως δευτέρου μαγδώλου ἐτῶν λϛ οὐλὴ μέσῃ ἀριστερᾷ χειρὶ δραχμὰς κδ.
Ἥρων Ζ[…]…ου τοῦ Καρᾶκος τρίτου μαγδώλου
ἐτῶν […] οὐλὴ γόνατι ἀριστερῷ δραχμὰς μ.
Ἥρων […]… τετάρτου μαγδώλου ἐτῶν λγ οὐλὴ μέσῃ ἀριστερᾷ χειρὶ δραχμὰς μ
Ἥρων … τετάρτου μαγδώλου ἐτῶν λβ οὐλὴ ἀριστερᾷ χειρὶ δραχμὰς μ
Τρύφων Μ…νου πέμπτου μαγδώλου ἐτῶν μ οὐλὴ μέσῃ ἀριστερᾷ χειρὶ δραχμὰς μ
Ὀννῶφρις Ὀννώφρεως πέμπτου μαγδώλου ἐτῶν μα
οὐλὴ μέσῃ χειρὶ δραχμὰς κδ. γίνονται αἱ προκειμέναι.
ἐγράφη διὰ Ἡρακλείδου νομογράφου φαμένων μὴ εἰδέναι γράμματα.
ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
Φαμενὼθ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.