no image
DDbDP-text
A Worried Mother to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1728.
Each record below describes this same artifact or text from a different angle.
Σιμάλη Ἡροφάντου μητὴρ Ζήνωνι χαίρειν. ἀκούσασα ἠνωχλῆσθαί μου τὸ παι δάριον καὶ σφοδρότερον, παρεγενόμην πρὸς ὑμᾶς καὶ ἐλθοῦσα ἤθελον ἐντυχεῖν σοι ὑπὲρ τῶν αὐτῶν τούτων. ἐπεὶ δέ με Ὀλυμπιχὸς ἐκώλυσεν τοῦ μὴ ἰδεῖν σε, εἰσεκομίσθην πρὸς τὸ παιδίον ὥς ποτʼ ἠδυνάμην, καὶ εὗρον αὐτὸν καὶ μάλʼ ἀγελοίως διακείμενονμάλα γελοιήσασαγελοιωσασα κείμενον καὶ ἤδη ἱκανόνικανομ μοι ἦν ὁρῶσαν ἐκεῖνον λυπεῖσθαι. ἀλλʼ ἐπιπαραγενόμενος Ὀλυμπιχὸς ἔφη αὐτὸν τύπτων σαπρὸν ποιήσειν ἢ πεποίηκεν ὃς ἤδη σχεδὸν ἦν εὐπρεπήςεὐπρεπῶς δέομαι οὖν σου καὶ ἱκετεύω ἐπιστροφὴν ποιήσασθαι περὶ τούτων καὶ ἀναγγεῖλαι Ἀπολλωνίωι ὅν τινα τρόπον μου ὑβριζόμενον τὸ παιδίον διατετέλεκενδιατετέληκεν ὑπʼ Ὀλυμπιχοῦ ὡς καὶ τῆς νόσου τοῦ τον μεταίτιον γεγενῆσθαι. ἐγὼ γὰρ πρὸς τῶι μηδʼ εἰληφέναι μηθὲν ἐνιαυτοῦ ἤδη ἀλλʼ ἢ τὴν μνᾶν καὶ τρεῖς ἀρτάβας σίτου τοῦ Δύστρου μηνὸς οὗ εἰσπορεύεται Ἡρόφαντος πρὸς ὑμᾶς. τὴν μὲν οὖν Ἀπολλωνίου εὔνοιαν καὶ τὴν σὴν ἀναγγέλλει μοι αὐτὸ τὸ παιδά ριον ἣν ἔχοντες διατελεῖτε εἰς αὐτόν. ἀξιῶ οὖν σε ἅμα δὲ καὶ δέομαι εἴ τι συντελεῖν τέ ταχε Ἀπολλώνιος αὐτῶι ὀψώνιον ἀποδοθῆναί μοι. γίνωσκεγινωσκε δέ, ὡς ἂν τάχιστα αὐτὸν ὁ θεὸς ἀφῇ, καταστήσω αὐτὸν πρὸς ὑμᾶς ἵνα καί σε ἴδω ὑπὲρ τῶν λοιπῶν. τὰ δὲ λοιπὰ πυνθάνου τοῦ φέροντός σοι τὰ γράμματα. οὐ γὰρ ἀλλότριος ἡμῖν ἐστιν. εὐτύχει. Σιμάλης τῆς Ἡροφάντου μητρός. ἔτους κη Περιτίου ϛ. ἐν τῶι Βερενίκης Ὅρμωι. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.