Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.col.8.221 29. Dez. 143Ophieion (Theben)

Receipt for a Soldier’s Deposita via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 17631. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,int] ἐπὶ τῶν παρόντων καὶ σφραγισάντων μαρτύρων τὸ δίπλωμα τοῦτο, Σενφασιῆς Βούχεως τῶν ἀπὸ Θμονεβοῦ τοῦ Ὑψηλείτου νομοῦ, μήτηρ καὶ κληρονόμος Ἀμμωνίου τοῦ Ἀμμωνίου στρατιώτου μετηλλαχότος ἐκ σπείρας β Θρᾳκῶν ἑκατονταρχίας Κλαυδίου, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Ψενοσεῖρις Νουμερίου, ὁμολογεῖ παρειληφέναι παρὰ Ἰουλίου Σιλουανοῦ ὀπτίωνος ἑκατονταρχίας Κλαυδίου ἐπιτρόπου κατὰ διαθήκην τοῦ μετηλλαχότος Ἀμμωνίου τὰ συνλεγέντα ἐκ τῶν πρινκιπίων, ὧν ἐστιν τὸ κατʼ εἶδος· δηποσίτου μὲν δηνάρια ἑκατὸν καὶ ἰν ἄρμις δηνάρια εἴκοσι ἓν ὀβολοὺς κζ 𐅵 καὶ παπυλιῶνος δηνάρια εἴκοσι καὶ λη……ων…[…]…[…]…ρ…[…]…μένων δηνάρια ἐνενήκοντα τρία ὀβολοὺς δεκαπέντε , γίνεται τὰ συλλεγέντα δηνάρια διακόσια τριάκοντα πέντε ὀβολοὶ δεκατέσσαρες ἥμισυ , ἐξ ὧν ἐξεκρούσθη ληγᾶτα αὐτῷ Σιλουανῷ δηνάρια δεκαπέντε ὁμοίως Φλαουίῳ Μηουιανῷ β ἐπιτρόπῳ δηνάρια δέκα . λοιπὰ περιελείφθη δηνάρια διακόσια δέκα ὀβολοὶ δεκατέσσαρες ἥμισυ , ἃ ὡμολόγησεν παρειληφέναι ἡ Σεμφασιῆς παρὰ τοῦ προγεγραμμένου Σιλουανοῦ καὶ εἴ τι ἕτερον κατέλιπεν ὁ Ἀμμώνιος παρʼ ἑαυτῇ ἔχειν καὶ μηδὲν ἐνκαλεῖν τοῖς δηλουμένοις ἐπιτρόποις περὶ μηδενὸς ἁπλῶς ἀγράφου ἐνγράφου ἀπὸ τοῦ προόντος χρόνου μέχρι τῆς ἐνεστώσης μήτε αὐτὴν μήτε ἕτερόν τινα περὶ αὐτῆς, τὸν δὲ ἐπελευσόμενον ἢ ἐγκαλέσοντα ἐκστήσειν τοῖς ἰδίοις δαπανήμασιν. ἐπράχθη ἐν τῷ Οὐφείῳ πρὸς τῇ παρεμβολῇ διὰ Μάρκου λιβραρίου. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι β. [r,ext] ἐπὶ τῶν παρόντων καὶ σφραγισάντων μαρτύρων τὸ δίπλωμα τοῦτο, Σεμφασιῆς Βούχεως τῶν ἀπὸ Θμονεβοῦ τοῦ Ὑψηλείτου νομοῦ, μήτηρ καὶ κληρονόμος Ἀμμωνίου τοῦ Ἀμμωνίου στρατιώτου μετηλλαχότος ἐκ σπείρας β Θρᾳκῶν ἑκατονταρχίας Κλαυδίου, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Ψενοσεῖρις Νουμερίου, ὁμολογεῖ παρειληφέναι παρὰ Ἰουλίου Σιλουανοῦ ὀπτίωνος ἑκατονταρχίας τῆς αὐτῆς ἐπιτρόπου κατὰ διαθήκην τοῦ μετηλλαχότος Ἀμμωνίου τὰ συλλεγέντα αὐτοῦ ἐκ τῶν πρινκιπίων, ὧν ἐστιν τὸ κατʼ εἶδος· δηποσίτου μὲν δηνάρια ἑκατὸν καὶ ἰν ἄρμις δηνάρια ‡7 εἴκοσι ἓν ὀβολοὺς κζ 𐅵 καὶ …[…]…[…]. […]…[…]δηνάρια ἐνενήκοντα τρία ὀβολοὺς δεκαπέντε , γίνεται τὰ συλλεγέντα δηνάρια διακόσια τριάκοντα πέντε ὀβολοὶ δεκατέσσαρες ἥμισυ , ἐξ ὧν ἐξεκρούσθη ληγᾶτα αὐτῷ Σιλουανῷ δηνάρια δεκαπέντε ὁμοίως Φλαουίῳ Μηουιανῷ β ἐπιτρόπῳ δηνάρια δέκα . λοιπὰ περιελείφθη δηνάρια διακόσα δέκα ὀβολοὶ δεκατέσσαρες ἥμισυ , ἃ ὡμολόγησεν παρειληφέναι ἡ Σεμφασιῆς παρὰ τοῦ προγεγραμμένου Σιλουανοῦ καὶ εἴ τι ἕτερον κατέλιπεν ὁ αὐτὸς Ἀμμώνιος παρʼ ἑαυτῇ ἔχειν καὶ μηδὲν ἐνκαλεῖν μήτε ἐγκαλέσειν τοῖς δηλουμένοις ἐπιτρόποις περὶ μηδενὸς ἁπλῶς ἀγράφου ἐνγράφου ἀπὸ τοῦ προόντος χρόνου μέχρι τῆς ἐνεστώσης ἡμέρας μήτε αὐτὴν μήτε ἕτερόν τινα περὶ αὐτῆς, τὸν δὲ ἐπελευσόμενον ἢ ἐγκ αλέσοντα ἐκστήσειν τοῖς ἰδίοις δαπανήμασιν. ἐπράχθη ἐν τῷ Οὐφείῳ πρὸς τῇ παρεμβολῇ διὰ Μάρκου λιβραρίου. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι β. Σενφασιῆς Βούχεως μετὰ κυρίου ἐμοῦ τοῦ υἱοῦ Ψενοσεῖρις Νουμερίου ἀπέχω πάντα τὰ ἐμοῦ υἱοῦ Ἀμμωνίου δηπόσιτα μετὰ τὰ ἐκκρουσθέντα ληγᾶτα δηνάρια εἴκοσι πέντε γίνεται δηνάρια διακόσια δέκα ὀβολοὺς δεκατέσσαρες ἥμισυ, γίνεται δηνάρια σι ὀβολοὶ ιδ 𐅵. […]Ψενοσῖρις Νουμερίου υἱὸς τῆς προκειμένης Σενφασιοῦς ἔγραψα ὑπὲρ τῆς μητρός μου ἧς καὶ ἐπεγράφην κύριος καὶ ἐσφράγισα. [v] Σουλπίκιος[…] ἑκατονταρχίας Ἀντων[…]ἐσφράγισα Αὐρήλεις Μ[…] τούρμης Α…[…]ἐσφράγισα Λούκις Ἀκύλας σημεαφόρος ἑκατονταρχίας Κλαυδίου ἐσφράγισα ιυλιυς απολλονιυς εθυες τυρμα[…] …li signavi ……[…] τούρμης …[…]…[…] …[…]…[…]……[…] …· Ψενοσῖρις Νουμερίου …[…]…[…]…[…]…

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.