no image
DDbDP-text
Divorce via HGV-meta
Linked by Trismegistos ID
TM 17229.
Each record below describes this same artifact or text from a different angle.
[int]
ἔτουςεξφ, μηνὸς Ξανθικοῦ εἰκασενάτῃ[…]εραικο[…]ἀποστάσιον Μάρκου Ἰουλίου Ἀντιόχου στρατιώτου λεγεῶνος δ Σκυθικῆς
[…]υλ…υστερ καὶ Ἀμίμμης Ὀνουκ…[…]τῆς γυναικὸς αὐτοῦ.
[ext,r]
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Οὐαλεριανοῦ β καὶ Γαλλιηνοῦ Σεβαστῶν, πρὸ
δύο Καλανδῶν Μαείων […]τ[…]ες…[…]… πέμπτου ξφ ἔτους, ἐν Κολωνείᾳ Εὐρωπαίων Σελεύκου
Νεικάτορος τῇ ἱερᾷ καὶ ἀσύλῳ καὶ αὐτονόμῳ. Ἰούλιος Ἀντίοχος στρατιώτης τῆς ἐνθάδε οὐεξιλλατίωνοςλεγεῶνοςδ
Σκυθικῆς Οὐαλεριανῆς Γαλλιηνῆς, ἑκατονταρχίας Ἀλεξάνδρου, καὶ Αὐρηλία Ἀμίμμα […]ν[…]Δουρηνή, ἡ γυνὴ
αὐτοῦ, επιπρ…οραχεοσα…εοσχρον[…]α…[…]…η…α… […]οξενδεειχοστ…ιονμ…αξ…κ[…]
[…]αι καὶ ἀπαλλαγῆναι τῆς πρὸς ἀλλήλων κοινοβιώσεως καὶ νῦν ἐξομολογοῦνται ἀλλήλοις ὁ μὲν Ἀντίοχος
τῇ Ἀμίμμᾳ παρεσχηκέναι πάντα ὅσα παρὰ αὐτῆς διακατεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου[…]
λυ… αὐτῆς τῆς πρὸς Ἀντίοχον κοινοβιώσεως καὶ συντρειν αὐτῇ ἑτέρῳ ἀνδρὶ συναλλάξαι καὶ μήτε ἐνκαλεῖν
μήτε ἐνκαλέσειν τῇ Ἀμίμμᾳ μήτε περὶ ἐνγράπτου ἢ ἀγράφου μήτε περὶ ἄλλου τινὸς ἁπλῶς
τὸ σύνολον κατὰ μηδένα τρόπον …[…]εφ[…]… δὲ καὶ ὁμοίως καὶ ἡ Ἀμίμμα… τῷ Ἀντίοχῳ
μὴ ἐνκαλεῖν μήτε ἐνκαλέσειν ἀλλὰ ἀπεσχηκέναι παρʼ αὐτοῦ πάντα ὅσα αὐτῆς διακατεῖχεν ὁ Ἀντίοχος καὶ
μὴ ἐνκαλεῖν[…]…[…]…η ἐνκαλέσειν νῦν μήτε περὶ ἐνγράπτου ἢ ἀγράφου μήτε περὶ ἄλλου τινὸς
ἁπλῶς τὸ σύνολον κατὰ μηδένα τρόπον. ἐὰν δὲ μὴ[…] ετιμη…ε…ιλοσδ…π αὐτῶν, ἐμποιηθεὶς δέ τις ἐκνικήσῃ, τὴν μὲν ἐμποίησιν ἢ τὸ ἔνκλημα εἶναι ἄκυρον καὶ προσαποτείσειν ἀνεὺ λόγου καὶ κρίσεως
τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δηνάρια χίλια καὶ τῷ ἱερωτάτῳ ταμιείῳ τὰ ἴσα καὶ τὸ ἀποστάσιον τοῦτο εἶναι καὶ οὕτως κύριον, […]…αιεφις […]… ὡς πίστεως ἐπερωτηθείσης καὶ ὁμολογουμένης. ἔχει δὲ καὶ ἀντισύνγραφον.
Ἰούλιος Ἀντίοχος στρατιώτης,
ὁ προγεγραμμένος, ὁμολογῶ πεποιηκέναι τὸ ἀποστάσιον ἀκολούθως τοῖς προγεγραμμένοις …[…]
Αὐρήλιος Οὐαλεντεῖνος Ἀντωνίνου, Δουρηνός, ἀξιωθείς, ἔγραψα ὑπὲρ Ἀμιμμης
Ὀνουκ…[…]σου, ἀγραμμάτου, ὁμολογούσης πεποιηκέναι[…]…τα ὑποστάσιον.
[ext,v]
Πατροκλειανός στρατιώτης.
Ἀββοῦις Ἀβ[…]ει…ιειο μαρτυρῶ.
Iulius Scr…be…gal signavi.
Ἀσκληπιόδοτος Ἀθηνοδώρου βουλευτὴς μαρτυρῶ.
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.