no image
DDbDP-text
[r]
Σῶσος Διοσκουρίδῃ τῷ ἀδελφῷ τῷ φίλῳ πατρὶ τῇ ἐλπίδι
τῇ ἐμῇ χαίρειν. λέγω δέ σοι εἰ ἐρρω[…]
…οι καὶ τὰ λοιπὰ πάντα κατὰ
λόγον ἐστί. ἐνομισαιναν Ῥοδοκλή[…]
τὴν βλέψιν περιγεγενῆσθαι. τὸ μὲν
γὰρ ἔρρωμαι δὲ καὶ αὐτὸς γράφειν σοι
εὔηθες μοι ἐδόκει εἶναι, οὐ γὰρ ἔρρωμαι,
ἀλλὰ ἐν τῇ μεγίστῃ ἀτυχίᾳ εἰμί,
καίπερ ὑπὸ τῶν σῶν παρακλήσεων
πολύ τι μετακεκλημένος, ὦ Διοσκουρίδη, ὅμως δὲ οὖν οὔπω δύναμαι δύνομαι λῆξαι
προσ…ρ…[…]…τη περὶ ἐμὲ δυστυχίᾳ
ἵνα τὸ παν…[…]…ν…[…]ις ἀποχωρις…[…]
πάντων ε…η καὶ τῶν τιμίων
ου…ε τὰ πέρυσι ἐποίησε, παρὰ δὲ Κασσάνδρας πᾶν ἱκανόν μοι γινόμενον σὺν
ἀλιπείᾳ, ἐγὼ δὲ οὐδʼ ἡντινοῦν σοι χρείαν
δεδύνημαι παρασχέσθαι, ἀλλὰ οὐδὲ ἐμαυτῷ μὰ τὴν σὴν σωτηρίαν, εἰ μή τι ἓν καὶ
ἕν. ἐν γὰρ τῷ Θεσμοφορίῳ οὔσης Ῥοδοκλήας
ἀναγκάζομαι ἐκεῖ αὐτῇ διακονεῖν, οὐ γὰρ ἔχομεν οὐθένα. ἀλλὰ ταῦτα μὲν οὕτως.
σὺ δὲ χαριῇ μοι μεγάλως, οὐ μόνον δὲ
ἐμοί, ἀλλὰ ὅλῃ τῇ πόλει, ἐπιμελόμενος σοῦ,
ἵνα ὑγιαίνων ἔρχη` πρός τε τὴν ἀδελφὴν
καὶ τὰ παιδία καὶ πάντας τοὺς φίλους·
τούτου γὰρ ἡμῖν, μὰ τὸν Ἡρακλῆ, οὐθὲν
μέγιστόν ἐστιν.
ἔτους κ… ἔρρωσο Μεσορὴ δ
[v]
Σῶσος
Διοσκουρίδηι
ἔτους κ… Μεσορὴ ιϛ
τῷ Ἱέρωνι φέροι.
Παώτῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.