no image
DDbDP-text
[r]
Διοσκουρίδης τῶι πατρὶ χαίρειν
καὶ ἐρρῶσθαι. εἰ τἆλλʼ ἐστιν ἐν τῆι
ἀρίστῃ διαθέσει, εἴη ἄν ὡς αἱροῦμαι.
καὶ αὐτὸς δὲ ὑγίαινον καὶ ἡ μήτηρ
καὶ τὰ ἀδέλφια καὶ οἱ ἐν οἴκωι πάντες.
μεταλαβόντες σε ἐν Μέμφει εἶναι
ἐμβαλλόμεθα Κομανὸν τὸν ἱπποκόμον
εἰς τὸ ἄφρακτον ἔχοντά σοι τὰ ἐπιμήνια
καὶ τὸν τρίβωνα. παραγενηθεὶς δὲ ὁ Ἡρώιδου τοῦ γραμματοδιδασκάλου ἀδελφὸς καὶ αὐτὸς ὁ Ἡρῴδης
ἔλεγεν ἡμῖν ἄλλων σε ἡμερῶν
τῶν πασῶν δύο παραγίνεσθαι,
τότε τὸν Κομανὸν μετεκβαλλόμεθα ἐκ τοῦ ἀφράκτου. προσεδεχόμεθα οὖν σε ἡμέραν ἐξ ἡμέρας
ἕως οὗ τὰ ἐπιστόλια ἡμῖν
ἀπέστειλας. μετελάβομεν
τῶι σε ἀηδῶς ἐσχηκέναι καὶ
ἀπηλπίσθαι καὶ συνεχύθη ὅλον
τὸ φρούριον. ἐπιγνόντες οὖν μετὰ
ταῦτα τῷ σὲ καλῶς ἐσχηκέναι
τῷ Ἡρακλεῖ καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ
θεοῖς χάριν ἔσχομεν. τα…δε
σαυτοῦ ἐπιμελόμενος, ἵνʼ ὑγιαίνοντά σε ἀσπάζωμαι. τούτου γάρ μοι
μέγιστον οὐθέν ἐστιν. ἐπισκοποῦ δὲ
παρʼ ἐμοῦ Δημήτριον τὸ παιδάριον
καὶ Βάτραχον.
ἔρρωσο ἔτους λα Φαῶφι ε
ἐπιτέθειμαι Εὔφρονι τὸν τρίβωνά σου
καὶ ἵνα μὴ ὁ Δημήτριος ἀσχημονῇ ἀκολουθῶν
δὸς αὐτῶι τὸν τρίβωνά μου τιμογραφησάμενος.
[v]
παρὰ Διοσκουρίδου
…[…]…υ…ς
τῶι πατρί
ἔτους λα Ἁθὺρ ιδ
ἀποστολῆς τρίβωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.