Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.dryton.1.3 29. Juni 126 v.Chr.Pathyris

The third Greek will of Dryton via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 268. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους μδ Παῦνι θ ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου τάδε διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν. εἴη μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἵππον ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα πάντα Ἐσθλάδαι τῶι ἐξ ἐμοῦ καὶ ἐξ Σαραπιάδος τῆς Ἐσθλάδου τοῦ Θέωνος ἀστῆς ἧι συνήμην γυναικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην τὴν κεχρηματισμένην διὰ τοῦ ἐν Διὸς πόλει τῆι μικρᾶι ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ ἔτει ἐπὶ τοῦ Φιλομήτορος ἣ διασαφεῖ τά τε ἄλλα καὶ ἐπίτροπον Ἑρμφιλον ὄντα συγγενῆ κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων δ ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης · τὰ δὲ λοιπὰ θηλυκὰ β αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδελφαῖς οὖσι ε καὶ τὸν ὑπάρχοντά μοι ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ Παθυρίτου ἔδαφος ἀμπελῶνος καὶ τὰ ἐν τούτωι φρέατα ἐξ ὀπτῆς πλίνθου καὶ τἄλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τῆι ἐπισκευῆι καὶ τὸν περιστερῶνα καὶ τὸν ἄλλον ἡμιτέλεστον καὶ αὐλὴν ὧν γείτονες νότου ψιλοὶ τόποι τοῦ αὐτοῦ Ἐσθλάδου βορρᾶ οἶκος κεκαμαρωμένος Ἀπολλωνίας τῆς νεωτέρας ἀπηλιώτου τόπος ς Πετρασ τοῦ Ἐσθλάδου λιβὸς ψιλὸς τόπος Ἐσθλάδου ἕως τῆς ἀνεῳγμένης θύρας ἐπὶ λίβα· τοὺς δὲ λοιποὺς οἴκους καὶ χρηστῆρας καὶ παλαιὰν καὶ τὸν ψιλὸν τόπον τὸν εἰς περιστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλάδου θύρας καὶ ἀπὸ λιβὸς τῆς καμάρας δίδωμι Ἀπολλωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νικαρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὖσι ε ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος ἧι σύνει μι γυναικὶ κατὰ νόμους καὶ τὰ θηλυκὰ β σώματα καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν· δότω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐτῶι ψιλοῦ τόπου ἀπέναντι τῆς θύρας αὐτοῦ ἐπὶ λίβα πήχεις ἐμβαδοὺς δ εἰς κλιβάνου τόπον· τὰ δὲ λοιπὰ οἰκόπεδα καὶ ψιλοὶ τόποι ἐν Διὸς πόλει τῆι μεγάληι ἐν τῶι Ἀμμωνιείωι καὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ ἥμισυ Ἀπολλωνία δὲ καὶ ἀδελφαὶ κατὰ τὸ ἥμισυ καὶ τἆλλα ὑπάρχοντά μοι πάντα σύμβολά τε σιτικὰ καὶ ἀργυρικὰ καὶ ἔπιπλα πάντα κατὰ τὸ ἥμισυ· δότω δὲ Ἐσθλάδας καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν εἰς οἰκοδομὴν περιστερῶνος ἀνηλώματα εἰς τὸν ἀποδεδιγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσωσι καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει τῆι ἐμῆι γυναικὶ ἐτῶν δ ἐὰν παραμείνηι ἐν τῶι οἴκωι ἀνέγκλητος οὖσα εἰς τροφὴν αὐτῆς καὶ ταῖς β θυγατράσιν ἑκάστου μηνὸς πυροῦ θ ἥμισυ κροτῶνος ιβ χαλκοῦ Σ καὶ μετὰ δ ἔτη τὰ αὐτὰ μετρήματα δότωσαν ταῖς β νεωτέραις ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν χαλκοῦ τάλαντα ιβ ἐκ τῶν κοινῶν· ὅσα δʼ ἂν φαίνηται ἐπίκτητα ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι συνοῦσα Δρύτωνι κυριευέτω αὐτῶν· ἐπελεύς ἐπʼ αὐτὴν περὶ τούτων Ἦν δὲ ὁ διατιθέμενος Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ τῶν τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν. μάρτυρες ἔγραψεν ἔγραψεν ἱερεὺς Ἀφροδίτης καὶ Σούχου τῶν πρωτοστολιστῶν καὶ πτεροφόρων ὡς ἐτῶν λε εὐμεγέθης μελίχρως τετανὸς πλατυπρόσωπος εὐθύριν οὐλὴ κροτάφωι δεξιῶι ἔγραψεν Νεχούτηςνεχθμης Θοτορταίου Πέρσης ἱερεὺς πρωτο στολιστὴς τοῦ ἐν Παθύρει ἱεροῦ ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐγεξ δεξιῶνἀρ. ἔγραψεν Πατοῦς Ἑριέως Πέρσης ἱερεὺς πρωτοστολιστὴς τοῦ αὐτοῦ ἱεροῦ ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς πλατυπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐξ ἀριστερῶν ἔγραψεν Πατοῦς Ὥρου ὑπεπιστάτης Παθύρεως Πέρσης τῶν πεζῶν ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακρο πρόσωπος εὐθύριν οὐλή. οὗτοι οἱ τέσσαρες τοῖς ἐγχωρίοις γράμμασιν διὰ τὸ μὴ εἶναι ἐπὶ τῶν τόπων τοὺς ἴσους Ἕλλη νας. ἔγραψεν Ἀμμώνιος Ἀρείου Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν λ μέσος μελίχρως ὐπόκλαστος μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι μέσωι.

Connections

Found at Pathyris

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.