Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dura.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου, εὐεργέτου, δικαίου, επιφανοῦς καὶ φιλέλληνος, ἔτους δλτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον τϙη, μηνὸς Πανήμου τρεισκαιδεκάτη, ἐν Εὐρωπῶι τῆι ἐν τῆι Παραποταμίαι. Νικάνωρ Ξενοκράτους τοῦ Ἀδδαίου, Εὐρωπαῖος, φάμενος Τιμώνασσαν Σελεύκου τοῦ Λυσίου, Εὐρωπαίαν, ἐκστῆναι εἰς αὐτὸν κατὰ χρηματισμὸν γενόμενον διὰ τοῦ αὐτόθι βασιλικοῦ δικαστηρίου ἐν τῶι ἐνεστῶτι ἔτει, μηνὸς Δίου δεκάτηι, ἀντὶ δανείου οὗ δεδανεικέναι αὐτὸν Διοκλεῖ Δανύμου τοῦ Ἀπολλωνίου, Εὐρωπαίωι, τῶι γενομένωι τῆς Τιμωνάσσης ἀνδρὶ καὶ αὐτῆι τῆι Τιμω νάσσηι κατὰ συγγραφὴν ἅμα τῶι τῆς ἐκστάσεως χρηματισμῶι ἀνανεωθεῖσαν, τῶν τοῦ Διοκλέους καὶ τῆς Τιμωνάσσης ὑπαρχόντων, ὑποκειμένων δὲ κατὰ τὴν αὐτὴν τοῦ δανείου συγγραφὴν ἐπὶ ταῖς κατὰ τὸν περὶ τῶν ὑποθηκῶν νόμον κειμέναις διαστολαῖς, ἐξωμολογήσατο Νικάνωρ ὁ αὐτὸς διδόναι κατὰ τὰ περὶ τῶν δόσεων δεδογματισμένα Τιμωνάσσηι τῆι αὐτῆι, οὔσηι αὐτοῦ πε νθερᾶι, ἀνθʼ ὧν ἔφη εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐνἐμ πλείοσιν, τὰ δηλούμενα αὐτῆς καὶ τοῦ Διοκλέους ὑπάρχοντα πάντα χωρὶς σωμάτων δουλικῶν τῶν ὄντων ἐκ τῶν αὐτῶν ὑπαρχόντων οἷς ὀνόματα· Ναβουβάρακος, Θηκανναία καὶ Ναβουιάαβος, ἐπικαλούμενος δὲ Βαισᾶς, ὄντων δὲ πρὸς αὐτὸν Νικάνορα ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα τὸν χρόνον Τιμωνάσσῃ τε καὶ ἐγγόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν καὶ οὐκ ἀθετήσει ὁ Νικάνωρ τὴν δόσιν ταύτην κατʼ οὐδένα τρόπον, ἐὰν δὲ ἀθετήσῃ αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ Νικάνωρ ἢ ὁ παρὰ ταῦτα ἀγηγοχὼς ἔνοχος ἔσται τοῖς διηγορευμένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις αὕτηαὑτηι ἔσται καὶ οὕτως κυρία· ἔχει δὲ καὶ ἀντισύγγραφον. μάρτυρες· Σέλευκος, Ἀδαῖος, τῶν βασιλικῶν δικαστῶν καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Παυσανίας εἰσαγωγεὺς καὶ πράκτωρ καὶ τῶν σωματοφυλάκων, Δαμόνικος Μαρίου, Δημοκράτης Δαμονίκου, Ἀπολλογένης Πτολεμαίου. βασιλεύοντος βασιλεὺς βασιλέων Ἀρσάκου, εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους δλτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον ηϙτ, μηνὸς Πανήμου τρεισ καιδεκάτη, ἐν Εὐρωπῶι τῆι ἐν Παραποταμίαι. Νικάνωρ Ξενοκράτους τοῦ Ἀδδαίου, Εὐρω παῖος, φάμενος Τιμώνασσαν Σελεύκου τοῦ Λυσίου, Εὐρωπαίαν ἐκστῆναι εἰς αὐτὸν κατὰ χρημα τισμὸν γενόμενον διὰ τοῦ αὐτόθι βασιλικοῦ δικαστηρίου ἐν τῶι ἐνεστῶτι ἔτει, μηνὸς Δίου δεκάτηι, ἀντὶ δανείου οὗ δεδανεικέναι αὐτὸν Διοκλεῖ Δανύμου τοῦ Ἀπολλωνίου, Εὐρωπαίωι, τῶι γενομένωι τῆς Τιμωνάσσης ἀνδρί, καὶ αὐτῆι τῆι Τιμωνάσσηι ηι κατὰ συγγραφὴν ἅμα τῶι τῆς ἐκστάσεως χρηματισμῶι ἀνανεωθεῖσαν, τῶν τοῦ Διοκλέους καὶ τῆς Τιμωνάσ σης ὑπαρχόντων, ὑποκειμένων δὲ κατὰ τὴν αὐτὴν τοῦ δανείου συγγραφὴν ἐπὶ ταῖς κατὰ τὸν περὶ τῶν ὑποθηκῶν νόμον κειμέναις διαστολαῖς, ἐξωμολογήσατο Νικανωρ ὁ αὐτὸς διδόναι ισειν κατὰ τὰ περὶ τῶν δόσεων δεδογματισμένα Τιμωνάσσηι τῆι αὐτῆι, οὔσηι αὐτοῦ πενθερᾶι, ἀνθʼ ὧν ἔφη εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐν πλείοσιν, τὰ δηλούμενα ἀὐτῆς καὶ τοῦ Διοκλέους ὑπάρχοντα πάντα χωρὶς σωμάτων δουλικῶν τῶν ὄντων ἐκ τῶν αὐτῶν ὑπαρχόντων, οἷς ὀνόματα· Ναβουβάρακος, Θηχανναία καὶ Ναβουιάαβος, ἐπικαλούμενος δὲ Βαισᾶς, ὄντων δὲ πρὸς αὐτὸν Νικάνορα, ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα τὸν χρόνον Τιμωνάσσηι τε καὶ ἐγγόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν καὶ οὐκ ἀθετήσει ὁ Νικάνωρ τὴν δόσιν ταύτην κατʼ οὐδένα τρόπον, ἐὰν δὲ ἀθετήσῃ αὐτὸς ἢ ἕτερος ἐκ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ Νικάνωρ ἢ ὁ παρὰ ταῦτʼ ἀγηγοχὼς ἔνοχος ἔσται τοῖς διηγορευμένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις ἔσται καὶ οὕτως κυρία· ἔχει δὲ καὶ ἀντισύγ γραφον. μάρτυρες· Σέλευκος, Ἀδαῖος, τῶν βασιλικῶν δικαστῶν καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Παυσανίας, εἰσαγωγεὺς καὶ πράκτωρ καὶ τῶν σωματοφυλάκων, Δαμόνικος Μαρίου, Δημοκράτης Δαμονίκου, Ἀπολλογένης Πτολεμαίου. ἐσφράγισμαι. ἐπεβαλόμην. Νικάνωρ ὁ ἐπάνω ἐχρημάτισα. ηϙτ Πανήμου ιγ. δόσις ὑπαρχόντων ὑπὸ Νικάνορος τοῦ Ξενοκράτους τοῦ Ἀδδαίου Τιμωνάσσηι τῆι Σελεύκου τοῦ Λυσίου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.