no image
DDbDP-text
Loan on Security via HGV-meta
Loan on security of property from Apollonios to Olympos. A Greek loan contract from Dura-Europos dated by both the Parthian (Arsacid) and the older Seleucid eras. Apollonios, a court dignitary, lends silver drachmas to Olympos on the security of all his property, with clauses on repayment, execution, renewal at the registry office and penalties. machine translation
Linked by Trismegistos ID
TM 17219.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος,
ἔτους απτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον εμυ, μηνὸς[…]ἐπʼ εἰκάδι, ἐν Εὐρωπῶι τῆι πρὸς Ἀραβίαι· ἐδάνεισεν Ἀπολλώνιος τοῦ δεῖνος τοῦ δεῖνος, Εὐρωπαῖος
καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων,[…]Ὀλύμπωι
…αφάνους τοῦ Ὀλύμπου, Εὐρωπαίωι τῆς αὐτῆς …[…]οἰκῶν δὲ
ἐν … ἀργυρίου καλοῦ ἐπισήμου[…]δραχμὰς[…]ἐπὶ
ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσιν, …… δὲ παρὰ τῶι κυρίωι.[…]τὸ δὲ προγεγραμμένον ἀργύριον ἀποδώσει ὁ Ὄλυμπος τῶι Ἀπολλωνίωι ἐν μηνὶ[…]τῶι ἐν τῶι ὡς τὸ πρότερον ϛμυ ἔτει· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι ὡρισμένωι χρόνωι[…]ἡ πρᾶξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Ὀλύμπου
καὶ τῶν ὑποκειμένων ὑπαρχόντων αὐτῶι καὶ ὧν ἂν ἐπικτήσηται ἄλλων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν τῶν
σὺν τῶι β…ει… ἐτάξατο δὲ ὁ Ὄλυμπος ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρηματιστηρίου ὅταν παρανγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε , ἐὰν δὲ μὴ ἀνανεώσηται, ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς[…]εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν
συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν· ἔχει δὲ καὶ ἀντισύνγραφον. μάρτυρες·[…]
Σελεύκου, Διοκλῆς Δανύμου, Λυσίας Διοκλέους.
ἐσφράγισμαι Ὄλυμπος ὁ ἐπάνω.
… ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦ[…]
… ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.