no image
DDbDP-text
Protocole byzantin via HGV-meta
Loan of one solidus repayable in wine, secured on a cow. Acknowledgement of debt in which Aurelius Sansnos of Apollonos Ano (Edfu) owes Theodoros son of Chairemon one gold solidus, paid on his behalf toward his taxes. He promises repayment in wine from the next vintage and in Mesore, with interest in wine, and pledges his cow as security; dated spring AD 619. machine translation
Linked by Trismegistos ID
TM 20931.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Φαρμοῦθι ἰνδικτίονος ζ †
Αὐρήλιος Σανσνῶς υἱὸς Ἄπα Δίου ὁρμώμενος ἀπὸ Ἀπόλλωνος ἄνω † Θεοδώρῳ παιδὶ υἱῷ Χαιρήμονος
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ διὰ τῆς παρούσης μου ἐγγράφου ἀσφαλείας ἔχειν καὶ χρεωστεῖν σοι καθαρῶς καὶ ἀποκρότως
χρυσοῦ νόμισμα ἓν ζυγῷ Ἀπόλλωνος, ὅπερ καταβέβληκας ὑπὲρ ἐμοῦ εἰς τὰ εὐσεβῆ μου τελέσματα τῆς παρούσης ἑβδόμης ἰνδικτίονος,
γίνεται χρυσοῦ νόμισμα α μόνον ὅπερ σὺν θεῷ ἑτοίμως ἔχω παρασχεῖν σοι οὕτως· ἥμισυ μὲν νόμισμα
ἐν οἴνῳ ἐν τῷ καιρῷ τῶν τρυγῶν τῆς εἰσιούσης ὀγδόης ἰνδικτίονος
ἀπὸ οἴνου κόλοβα πεντήκοντα ὀκτωξέστῳ μέτρῳ ἄκουφα, τὸ δὲ ἄλλο ἥμισυ χρυσοῦ νομισματίου εἰς συμπλήρωσιν τοῦ ἑνὸς
νομίσματος ἐν τῷ μηνὶ Μεσορὴ τῆς αὐτῆς ὀγδόης ἰνδικτίονος μετὰ τῶν τόκων τοῦτʼ ἔστιν οἴνου κόλοβα πέντε καὶ τὰ ὡς εἰκὸς
εὑρισκόμενα ἐξ αὐτοῦ τοῦ οἴνου, ὀξονάρια ἢ ἀποίητα ἀλλάξαι ἕως τοῦ μηνὸς Τῦβι τῆς αὐτῆς καὶ ὑπεθέμην σοι τὴν διαφέρουσαν μοι
βούθηλιν, ὥστε μετὰ ταύτην εἶναι ὑπὸ τὴν σὴν ἐξουσίαν ἄχρι ἀποδόσεως καὶ συμπληρώσεως τοῦ αὐτοῦ χρέους καὶ εἰς σὴν ἀσφάλειαν
πεποίημαι τοῦτο τὸ ἀσφαλὲς κύριον καὶ βέβαιον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ
ἐπερωτηθεὶς ὡμολόγησα. † Αὐρήλιος Σανσνῶς υἱὸς Ἄπα Δίου ἐκ μητρὸς Ταβήνης
ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν ἀσφάλειαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐνγεγραμμένα ὡς πρόκειται. †
† Πετρώνιος Κολλούθου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. † Φλάουιος Κῦρος Παχουμίου
μαρτυρῶ τῷ ἀσφαλεῖ αἰτηθεὶς παρὰ τοῦ θεμένου. † Φλάουιος Σαβῖνος Ἀρσυλίου πράκτωρ μαρτυρῶ.
† διʼ ἐμοῦ Κυρίλλου Σαβίνου ἐγράφη.
[v]
† ἀσφάλειαΑὐρηλίου Σανσνῶτος ἀπὸ Ἀπόλλωνος ἄνω νομίσματος αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.