no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5837.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου ἔτους μ μηνὸς Γορπιαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λαάγου. συγγραφὴ καὶ ὁμολογία. τάδε διέθετο Διονύσιος Τημνίτης Καλλίσται Τημνίτει τῆι αὑτοῦ γυναικί. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλείπειν τὰ ὑπάρχοντα αὑτοῦ πάντα Καλλίσται καὶ κυρίαν
εἶναι τῶν ὑπαρχόντων πάντων μέχρι ἂν ζῆι. ἐὰν δέ τι πάσχηι Καλλίστα Διονυσίου ζῶντος,
κύριον εἶναι Διονύσιον τῶν ὑπαρχόντων. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλειπέτω τὰ ὑπάρχοντα
πᾶσιν τοῖς υἱοῖς τοῖς αὑτοῦ, κατὰ τὰ αὐτὰ δὲ καὶ Καλλίστα ἐάν τι πάσχηι, καταλειπέτω τὰ ὑπάρχοντα πᾶσι τοῖς υἱοῖς πλὴν τῶν μερῶν, ὧν ἂν λαμβάνωσι παρὰ Διονυσίου καὶ Καλλίστας ἐργαζόμενοι Βάκχιος Ἡρακλείδης Μητρόδωρος τοῦ πατρὸς ζῶντος καὶ τῆς μητρός. γημάντων δὲ καὶ καταχωρισθέντων Βακχίου Ἡρακλείδου Μητροδώρου ἔστω τὰ ὑπάρχοντα τὰ Διονυσίου καὶ Καλλίστας κοινὰ πάντων τῶν υἱῶν· ἐὰν δέ τι ἐξαπορῶνται ἢ χρέος ὀφείλωσιν Διονύσιος ἢ Καλλίστα ζῶντες
τρεφέτωσαν αὐτοὺς οἱ υἱεῖς πάντες κοινῆι καὶ συναποτινέτωσαν τὰ χρέα πάντες. ἐὰν δέ τις αὐτῶν
μὴ θέληι ἢ τρέφειν ἢ συναποτίνειν ἢ μὴ συνθάπτωσιν, ἀποτεισάτω ἀργυρίου δραχμὰς χιλίας
καὶ ἡ πρᾶξις ἔστω ἐκ τοῦ ἀτακτοῦντος καὶ μὴ ποιοῦντος κατὰ τὰ γεγραμμένα. ἐὰν δέ
καταλείπωσιν Διονύσιος ἢ Καλλίστα χρέος τι, ἐξέστω τοῖς υἱοῖς μὴ ἐμβατεύειν, ἐὰν μὴ βούλωνται τελευτήσαντος Διονυσίου καὶ Καλλίστας. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως,
ὅπου ἂν ἐπιφέρηται ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου. τὴν δὲ συγγραφὴν ἑκόντες ἔθεντο παρὰ συγγραφοφύλακα Ἡράκλειτον. μάρτυρες Πολυκράτης Ἀρκάς, Ἀνδροσθένης Κῶιος,
Νουμήνιος Κρής, Σιμωνίδης Μαρωνίτης, Λῦσις Ἡράκλειτος Τημνῖται.
[v]
Διονυσίου
Μητροδώρου
Βακχίου
Καλλίστας
Σιμωνίδου
Πολυκράτους
Ἡρακλείδου
Νουμηνίου
Ἡρακλείτου
Λύσιος
ἈνδροσθένουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.