Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.fam.tebt.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Σαραπίωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσίδωρος γεγυμνασιαρχηκὼς τῷ τιμιωτάτῳτιμιοτάτῳ χαίρειν. διʼ ἐπιστάλματος γραφέντος τῇ μηνὸς τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτουὀκτωικαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου προτραπεὶς ὑπὸ σου συνοψίσαι συγκόλλησιν βιβλίων δημοσίαςδημοσιων βιβλιοθήκης, οὗ ἐστιν ἀντίγραφον· Σαραπίων στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσιδώρῳ γεγυμνασιαρχηκότι τῷ τιμιωτάτωι χαίρειν. ἐπέστειλά σοι τῇ κ μηνὸς τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου π Ἀπολλώνιος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος γενομένης ἐπʼ ἐμοῦ, Ἡρακλείδης καὶ οἱ σὺν αὐτῷ κληρονόμοι Ἡρακλείδου καὶ Πάτρωνος γενομένων βιβλιοφυλάκων πρὸς Λεωνίδην τὸντε γραμματέα σης διʼ ὑπομνηματισμῶν σι δαπάνην ὑπὸ μος ν λι νατβεβι ανας Λεωνίδ πληρ αὐθένταις βιβλιοφύλαξι μπ λαιμουχως αὐτὸς μοαησστηι τνςς ἵνα μὴ ωσιου ωμα βιβλιοφυλάκων Εὐάγγελον καὶ Ἡρακλείδην καὶ Λυσίμαχον δε λαβεῖν αὐτὸν εἰς τὴν δαπάνην τῆς συγκολλήσεως πάν των τῶν βιβλίων τῶν παραδεδομένων ὑπὸ τῶν πρὸ αὐτῶν βιβλιοφυλάκων Λυσιμάχου τοῦ καὶ Λουου καὶ Πάτρωνα καὶ Ἡρακλείδην διὰ τοῦ γραμματέως Λεωνίδου συγκολληθέντων βιβλίων κατὰ τὰ προπαραδεδομένα αὐτοῖς καὶ εἰληφέναι τὸν Λεωνίδην παρὰ μὲν τοῦ Εὐαγγέλου ἀργυρίου δραχμὰς χιλίαςχειλίας , παρὰ δὲ τῶν περὶ τὸν Ἡρα κλείδην ἀργυρίου δραχμὰς τετρώβολοντετρόβολον· ἅπερ βιβλία παραδώσειπαραδώσι τοῖς εκι τῶν δὲ περὶ τὸν Ἡρακλείδην προτιθέντων ὅτι ὁ Λεονίδης δίχα τοῦ πατρὸς τῶν περὶ τὸν Ἡρακλείδην πεποίηκε τὴν παράλημψιν τῶν βιβλίων, ἔγνωνἔγνον ταῦτα παρειλῆφθαι ἐξ ἐπιστολῆς ὑπὸ Σουλπικίου Σιμίλεως τοῦ κρατίστου ἡγεμόνος γραφείσηςγραφεισαν Λεονίδι στρατηγήσαντι τῆς αὐτῆς μερίδος ἐξ ἐντεύξεως Ἡρακλείδου καὶ τῶν σὺν αὐτῷ κληρονόμων Προτογένους καὶ Ἰσιδώρου γενομένων βιβλιοφυλάκων Λεωνίδου στρατηγήσαντος ὑπομνηματισμὸς καὶ χειρογραφία τοῦ γραμματέως Λεονίδου διʼ ὧν ἐπετράπη παραλαβεῖν τὰ μήπω παραδεδομένα βιβλία ὅποιά ἐστιν κινδύνῳκιδύνῳ τῶν αὐθεντῶν βιβλιοφυλάκων καὶ Κεκιλίου Μάκερος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, διʼ ὧν ἐπετράπηἐπετραπηι ὁ αὐτὸς Λεονίδης, παρόντος τοῦ ἑνὸς τῶν αὐθεντῶν βιβλιοφυλάκων Ἡρακλείδου, παραλαβεῖν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως ἀκολούθως τῆι γραφείσῃ ὡς πρόκειται ὑπὸ Σουλπικίου Σιμίλεως ἐπιστολῇ, ὧν πάντων τὰ ἀντίγραφα ὑπέταξα. τὰ δὲ ἐπιδειχθένταἐπιδιχθέντα μοι ὑπὸ τοῦ γραμματέως Λεονίδου βιβλία παραδοθέντα ὑπὸ τῶν κληρονόμων Πρωτογένους καὶ Ἰσιδώρου γενομένων βιβλιοφυλάκων ἐστὶν ἃ μὲν ἄναρχα ἃ δὲ διεφθορότα ἃ δὲ σητόβρωτασητόβροτα, μὴ δυνάμενα συνοψισθῆναι εἰς διακόλλησιν. ἐστὶν δὲ πάντων ἀντίγραφα· Σουλπίκιος Σίμιλις Λεονίδηι στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος χαίρειν. ἀναφόριον Ἡρακλείδου καὶ Ἡλιοδώρου καὶ Μεθυσίου καὶ τέκνων αὐτῆς σεσημειωμένονσεσημιωμένον ἔπεμψα, βουλόμενός σε διʼ ἃς παρέθεντο αἰτίας ἐπαναγκάσαιἐπαναγκάσε τοὺς βιβλιοφύλακας τῶν δημοσίων λόγων τὴν παράληψινπαράλημψιν τῶν ὄντων βιβλίων ποιήσασθαι ὅποιά ἐστιν, ἵνα δήποτε τὸ πρᾶγμα πέρας λάβηι. ἐρρῶσθαίἐρρῶσθέ σε εὔχομαι. ἔτους δωδεκάτου Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαῶφι κ. καὶ τοῦ ἀναφορίου. Σερουίωι Σουλπικίωι Σιμίλει ἐπάρχῳ Αἰγύπτου παρὰ Ἡρακλείδου καὶ Ἡλιοδώρου ἀμφο τέρων Πρωτογένους καὶ Μεθυσίου τῆς Ἡρακλείδου καὶ τῶν ταυτῆς τέκνων Ἡρακλείδου καὶ Θερμουθαρίου ἀμφοτέρων Ἰσιδώρου. Πρωτογένης πατὴρ τῶν περὶ Ἡλιόδωρον καὶ ἸσίδωροςἸσίδωρον ἀνὴρ μὲν τῆς Μεθυσίου πατὴρ δὲ τῶν περὶ Θερμουθάριον γενόμενοι βιβλιοφύλακες τῆς ἐν Ἀρσινοΐτηι δημοσίας βιβλιοθήκης ἔτι ἀπὸ τετάρτου ἔτους Οὐεσπασιανοῦ πλεῖστα τῶν βιβλίων παρειλήφασι ἄναρχα παρὰ τῶν πρὸ αὐτῶν βιβλιοφυλάκων, τινὰ δὲ καὶ διεφθορότα κατὰ τὸ ἔθοςαἴθος, μείναντεςμίναντες δὲ ἐν τῆι λειτουργίᾳλειτουργείᾳ τὸν χρόνον μετεστάθησαν. ἐν τοσούτοιςτοισούτοις οὖν ἔτεσι πλείστοις οὖσι συνέβη καὶ ἐκ τῶν ὑπὸ τῶν αὐθεντῶν βιβλιοφυλάκων κατὰ καιρὸν παραδοθέντων βιβλίων ἃ μὲν μὴ σῴζεσθαι πολλῷ χρόνῳχρονο διαφθαρέντα, ἃ δὲ καὶ ἀπὸ μέρους διεφθάρ θαι, ἔνια δὲ κεφαλόβρωτακεφαλόβροτα γεγονέναι διὰ τὸ τοὺς τόπους καυσώδειςκαυσώδις εἶναι, καθὼς καὶ αὐτοὶ Ἰουνίῳ Ῥούφωι τῶι ἡγεμονεύσαντι διʼ ἐπιστολῆς ἐδήλωσαν ἔτι περιόντες, ἧς ἀντίγραφον ὑπετάξαμεν, ἀφʼ ἧς διδαχθεὶςδιδαχθὴς, καίτοι Μεττίου Ῥούφου τοῦ ἡγεμονεύσαντος κελεύσαντος τὰ ἄναρχα ἐκ τῆς ἐν Πατρικοῖς βιβλιοθήκης ἐκλαβεῖν, καὶ αὐτὸς πρότερον αὐτῶι τῶι Μεττίωι κατακολουθήσας, ὕστερον ὁμοίως ἐπιγνοὺς τὸ ἀδύνα τον τοῦ πράγματος, οὐδὲν ἧττον διʼ ἐπιστολῆς ἔγραψεν τὰ ὄντα βιβλία παραδοθῆναι καὶ τὰ δυνάμενα ἐξ αὐτῶν διακολληθῆναι. καὶ Ἴταλος δέ, ἀχθέντος αὐτῶι τοῦ εἴδους ἐν διαλογισμῶι, ὑπέγραψεν οὕτως ὡς Ἰούνιος Ῥοῦφος· οἱ νυνὶ βιβλιοφύλακες παραλαβέτωσανπαραλαβέτοσαν τὰ ὄντα βιβλία καὶ τὰ δυνάμενα ἐξ αὐτῶν διακολλησάτωσανδιακολλησάτοσαν, καὶ διʼ ὑπομνηματισμῶν δὲ ἐκέλευσεν παραδοθῆναι αὐτὰ ὡς παρελή- φθηπαρελημφθηι. ταῦτα δὲ πάντα ἀκούσας ἐν ἰδιωτικῇἰδιοτικῇ ὑποθέσειὑποθέσι Οὐίβιος Μάξιμος ὁ ἡγεμονεύσας ἐκέλευσε τὰ βιβλία παραδοθῆναι ὡς οἱὑ πρὸ αὐτοῦ καὶ τὴν βιβλιοθήκην ἀνοικοδομηθῆναι, διμηνιαῖον εἰς ἀμφότερα ὁρίσας χρόνον. ἡ μὲν οὖν βιβλιοθήκη ὑπὸ μόνου τοῦ Πρωτογένους ἀπηρτίσθηἀπηρτισθηι ὡς ἐκρίθη, ὅσα δὲ ἔφθασε τῶν βιβλίων ἐφʼ ὃν χρόνον περιῆνπεριη παρεδόθη, εἰς ἃ οὐκ ὀλίγα χρήματα ἀνηλώθηἀνηλοθηι ὑπὸ μόνου τοῦ Πρωτογένους. ἀποθανόντοςἀποθανόντες δὲ αὐτοῦ ἐπὶ ἤδη ἀποθανόντι ἸσιδώρῳἸσίδωρο, τὰ λοιπὰ τῶν βιβλίων ἄχρι νῦν ἀπαράδοτά ἐστιν. ὧν χάριν ἐπηρεαζόμεθαἐπηριαζόμεθα καὶδιὰσυκοφαντίαν ἐκκείμεθα τοῖς πονηροτάτοιςπονηροτοις ἀνθρώπωνἀνθρόπων οἵτινες διὰ ἀναφορίων καὶ διὰ στρατηγίας τὰ διεφθαρμένα τῶν βιβλίων διαβάλλουσιν. ἡμεῖς μὲν οὖν κληρονόμοι ὄντες κινδυνεύ οντες ἐκβαρύνεσθαι, οὐκ ἀναλογούσης ἡμῶν τῆς οὐσίας εἰς τὴν παράδοσινπαράδωσιν τῶν βιβλίων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἡ βιβλιοθήκη καὶ πολλάκις διὰ παλαίωσιν κατέπεσεν καὶ τὸ τελευταῖον διʼ ἀνοικοδομὴν θεάτρου μετεποιήθημετεποιηθηι, ὧν χάριν ἐξ ἀνάγκης καὶ διὰ τὰς πτώσειςπτώσις καὶ διὰ τὴν ἔπειξινἔπιξιν τῆς ἀνοικοδομῆς τοῦ θεάτρου ἄρδην τῶν βιβλίων ἀπὸ τόπων εἰς τόπους ἀνεπιτηδείους πολλάκις μετενεγχθέντων καὶ ἐπαλλήλων καὶ ἀσυνθέτων διὰ τὸ πλῆθος κειμένων τῷ τὸν νομὸν μέγιστον εἶναι, καθημερινῆς προαιρέσεως ὑπʼ αὐτῶναὐτω γεινομένης καὶ τῆς τοιαύτης ὕλης εὐδιαφθόρουεὐδιαφόρο οὔσης, συνέβησυνεβηι τὰ μὲν αὐτῶν ἐκἐγ μέρους διεφθάρθαι, ἔνια δὲ καὶ ἄναρχα γενέσθαιγεναμενα, τινὰ δὲ καὶ παρεκπεπτωκέναι· ἐπὶ σὲ τὸν πάντων βοηθὸν καὶ σωτῆρα προσεφύγαμεν καὶ παρακαλοῦμεν ἐάν σουσοι δόξῃ τῇτῆς πρὸς πάντας εὐεργεσίᾳ καὶ εὐνοίᾳ κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ ἐπαναγκάσαι τοὺς νυνὶνυνεὶ βιβλιοφύλακας τῶν δημοσίων λόγων τὰ ὄντα βιβλία ὅποιά ἐστιν παραλαβεῖν κοινῶςκοινο͂ς παρʼ ἡμῶνὑμῶν, ἵνʼ ὦμεν εὐερ γετημένοι. ἀντίγραφον ἐπιστολῆς· Ἰουνίωι Ῥούφωι τῶι κρατίστωι ἡγεμόνι Ἰσίδωρος καὶ Πρωτογένης γενόμενοι βιβλιοφύλακες δημοσίων λόγων Ἀρσινοΐτου χαίρειν. Μεττίου Ῥούφου τοῦ ἡγεμονεύ σαντος διαλογιζομένου τοῦ νομοῦ καὶ ἐπενεγχθέντος αὐτῶι ἐκ τῆς βιβλιοθήκης βιβλίου ἀνάρχου, ἐπιζητήσαντος δὲ τὴν αἰτίαν διʼ ἣν ἄναρχόν ἐστιν, ἐπεδείξαμενἐπεδιξεν μὴ μόνον αὐτὸαὐτωὶ εἶναι ἐν τῶι βιβλιοφυλακείῳβιβλιοφυλακίωι ἄναρχον ἀλλὰ καὶ ἄλλα πλεῖστα, οὕτως καὶ ἡμῖνὑμεῖν παραδοθέντα ὑπὸ τῶν προτέρωνπροτερω Ἀπίωνος καὶ Ἰσιδώρου. καὶ Μέττιος ἐκέλευσεν ἐλθόντα τὸν περιόντα Ἀπίωνα λόγον ἀποδοῦναι τοῦ τοιαῦτα παραδεδωκέναι βιβλία. οἱ δὲ μεθʼ ἡμᾶς κατασταθέντες βιβλιοφύλακες Ἡλιόδωρος καὶ Ζώπυρος ἠξίωσεν ὁ μὲν εἷςἷς αὐτῶν Ἡλιόδωρος τὸν Μέττιον, ὁ δὲ ἕτερος Ζώιπυρος σὲ τὸν κύριον περὶ τε τῶν ἐν τῇ βιβλιοθήκῃ ἀνάρχων καὶ διεφθαρμένων. καὶ ἔγραψεν ὁ Μέττιος Ἀρχελάῳ τῷ στρατηγήσαντι ἐπιστῆναι ἡμῖν ἵνʼ ἐγλάβωσι ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ κατακεχωρισμένων λόγων τὰ ἐνλείποντα καὶ προσπληρώσωμενπροσπληρώσομεν τὰ ἐν τῆι βιβλιοθήκῃ ἄναρχα βιβλία. καὶ σὺσοὶ δὲ ὁ κύριος ἔγραψας Κλαυδίωι Ἑρμίᾳ τῶι στρατηγήσαντι τὰ ἀκόλουθα τοῖς ὑπὸ Μεττίου γενέσθαι. ἐπεὶἐπὶ οὖν, ἡγεμὸνἡγεμὼν μέγιστε, οἱ περὶ τὸν Ἡλιόδωρον καινῶς τοῦτο παρὰ τὸ ἔθοςαἴθος ἐπεζήτησαν ἡμεῖςὑμεῖς δὲ αὐτοὶ κατεστάθημεν πρὸ πολλῶν ἔτι πάλαι χρόνων παραλαμβάνοντες παρὰ τῶν προτέρων βιβλιοφυλάκων πλεῖστα ἄναρχα, τινὰ δὲ καὶ διεφθαρμένα, ἃ δὲ καὶ συνκεκολλημένα, τῶν δὲ κατὰ καιροὺς στρατηγῶν καὶ βασιλικῶν γραμματέων κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμῖνἡμεῖν παραδεδωκότων τὰ βιβλία ὅποιά ἐστιν καὶ διὰ τὸ πλῆθος τῶν βιβλίων ἀσύνθετα καὶ ἐπάλληλα αὐτὰ κεῖσθαι, συνέβησυνεβηι καὶ διὰ τὴν πλείστην καὶ ἐπάλληλον, τοῦ νομοῦ μεγίστου ὄντος, καθημερινὴν προαίρεσιν ἕτερα τῶν βιβλίωνβιβλιω ἃ μὲν μὴ σῴζεσθαι πολλῷ χρόνῳχρονο διαφθαρέντα, ἃ δὲ καὶ ἀπὸ μέρους διεφθάρθαι, τινὰ δὲ καὶ κεφαλόβρωτακεφαλόβροτα γεγονέναι, ὀκταετίαςὀκτααιτίας ἄλλης διελθούσης, ἀφʼ ἧς τῆς τάξεως ἀπέστημεν καὶ τῶν βιβλίων ὁμοίως ἔτι μᾶλλον ὑπὸ χεῖρα σκυλλομένων καὶ διαφθειρομένων, δεόμεθαδαιόμεθα ἐάν σοι δόξηι τῇτᾷ εὐμενεστάτηι πρὸς πάντας προνοίᾳ καὶ εὐεργεσίᾳ κελεῦσαι γραφῆναι Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἡρακλείδου μερίδος ἐπαναγκάσαι τοὺς περὶ Ἡλιόδωρον ἤδη ποτὲ τὴν παράδοσινπαράδωσιν ποιήσασθαι καὶ τὰ μὲν σῳζόμενα ὡς περιέχειπεριέχι παραλαβεῖν, τὰ δὲ λοιπὰ διεφθορότα καὶ ἄναρχα οἷά ἐστιν. ὑπετάξαμεν δέ σοι καὶ περὶ ὁμοίου ἐπιστολὴν ἀντίγραφον. πρὸ πάντων ἐρρῶσθαί σε εὐχόμεθα. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Παχὼν εἰκάδι. ἀντίγραφον ἐπιστολῆς ὁμοιώματοςὁμηώματος· Λαβέριος Μάξιμος Πομπηΐωι ΔιονυσοδώρῳΔιονυσόδωρο στρατηγῶι Ὀξυρυγχείτου χαίρειν. τὸ δοθέν μοι ἀναφόριον ὑπὸ Ἡρακλείδου δημοσίου βιβλιοφύλακος ἔπεμψά σοι. εἰ οὖν φησι ΔιονύσιονΔιονῦσι Δωρίωνος τὸν προσκατασταθέντα αὐτῶι ἐξ ἧς ἔπεμψας ἐπιστολῆς βιβλιοφύλακα μὴ παραλαμβάνειν τὰ βιβλία, βούλομαί σε ἐπιστῆναι ὅπως τὴν παράδοσινπαράδωσιν ποιήσηται. ἐὰν δὲ ὥσπερὡσπερι τὸ ἀναφόριον περιέχειπεριέχι, κατὰ τοῦτο περιίστηται ὁ Διονύσιος, ἐκζητῶν διακόλλησιν τῶν βιβλίων γενέσθαι καὶ ἀναγραφήν, οὐ δοκεῖ μέν μοι ἄδικον ἐπιζητεῖν, σὺσοὶ δὲ ἀκριβέσ τερον ἐξέτασον παραζεύξας αὐτοῖς τινα τῶν σῶνσῶων παρακολουθητήν, ὅπως τὰ μὲν δυνάμενα τῶν βιβλίων δια κολληθῇ, τὰ δὲ μὴ δυνάμενα ὅποια ἐὰν ᾖ καταλειφθῇκατελιφθῇ, ἀναγραφὴ δὲ πάντων Διονυσίωι μεταδοθήτωμεταδοθητο. ἔρρωσο. ἔτους β Δομιτιανοῦ Ἐπὶφ ιε. ἀντίγραφον ἐπιστολῆς ἀντιγραφείσης πρὸς τὰς ἐπάνωἐπάνωι. Εἰούνιος Ῥοῦφος Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος χαίρειν. ἧς ἔγραψάν μοι Ἰσίδωρος καὶ Πρωτογένης γενάμενοι βιβλιοφύλακες δημοσίων λόγων ἐπιστολῆς ἀντίγραφον ἔπεμψά σοι βουλόμενός σε ἐπαναγκάσαι Ἡλιόδωρον καὶ Ζώπυρον τὴν παράληψινπαράλημψιν τῶν ὄντων παρʼ ἑαυτοῖς βιβλίων ποιήσασθαι καὶ φροντίσαι ἵνα τὰ δυνάμενα ἐξ αὐτῶν διακολληθῇ. ἔρρωσο. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παῦνι κζ. ἀντίγραφον ἐπιστολῆς. Μινίκιος Ἴταλος Διογένει καὶ Διονυσίωι καὶ Ἀπολλωνίωι στρατηγοῖς Ἀρσινοΐτου χαίρειν. ὁ κράτιστος ἐπίτροπος τοῦ κυρίου ἡμῶν Κλαστικὸς μετέδωκέν μοι τὴν ἐν τῷ νομῷ τῶν ἐνκτήσεων βιβλιοθήκην ἀνεπιτήδειον εἶναι καὶ τὰ ἐν αὐτῇ βιβλία ἀποκείμενα ἀφανίζεσθαι, τὰ δὲ πλεῖστα καὶ ἀνεύρετα εἶναι. φησὶν δὲ ἐπιλελέχθαι παρόντων ὑμῶν ἕτερον τόπον ἐπιτήδειον τοῦ εἰς τὴν ἀνοικοδομὴν συν εψηφίσθαι δραχμὰς τρισχιλίαςτρισχιλείας διακοσίας ὀγδοήκοντα δύο τριώβολοντριόβολον. ἵνα οὖν τὰ βιβλία ἀναγκαιόταταἀνανκεώτατα ὄντα μὴ ἀμεληθῇ, βούλομαιβούλομε ὑμᾶς εὐθέως ἐνχειρῆσαιἐνχιρῆσε τῇ κατασκευῆι καὶ ἃ λέγει ἀπὸ τῶν ἀρχαιοτέρωνἀρχεωτέρων χρόνων βιβλία ἐκ μέρους διεφθαρμένα ἐσφραγεῖσθαιἐσφαγεῖσθαι ὡς τὴν παράδοσινπαράδωσιν οὐδεὶς ποιήσασθαι δύναται, διὰ τὸ τοῦ πολλοῦ χρόνου τοὺς πρὸς αὐτοῖς γεγονόταςγεγωνώτας τετελευτηκέναι, μετενεγκεῖνμετενενκεῖν εἰς ἣν νῦν κατασκευάζεσθαι κελεύωκελεύωι καὶ ἀναγράψασθαι παρόντων ὧν προσήκει καὶ τὴν ἀναγραφὴν καταχωρίσαικαταχωρισης. ἐρρῶσθαι ὑμᾶς βούλομαι. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παχὼν κδ. ἀντίγραφον ὑπομνηματισμῶν Λεωνίδου στρατηγοῦ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος ἔτους ιβ Τραιανοῦ Καίσαρος τοῦ κυρίου Παῦνι κβ. Ἀπολλώνιος φροντιστὴς Μεθυσίου καὶ Ἡρακλείδης Πρωτογένους πρὸς Λεωνίδην γραμματέα βιβλιοφυλάκων. Ἀπολλώνιος· τοῦτον καὶ πρὸ πολλῶν ἡμερῶν ἐκέλευσας τὰ δημόσια βιβλία παραλαμβάνεινπαραλαμβάνιν, γεγραφότοςγεγραφώτος τοῦτο καὶ τοῦ κρατίστου ἡγεμόνοςἡγεμώνος ἵνʼ ἐφʼ ἧς ἐστι διαθέσεως παραδοθῆι. ἤδη δὲ τέσσαρες διεγένοντο μῆνες τούτου παραλαβεῖν μὴ θέλοντος. Λεωνίδης· σὺ μὲν ἐκέλευσας τοῦτο γενέσθαι καὶ ἤδη ἐκ μέρους παρέλαβονπαρέλαβεν, παρακαλῶ δέ, ἐπεὶἐπὶ καὶ τὰ βιβλία διεφθάρηδιεφθαρηι, τοὺς αὐθέντας τῇ παραλήψειπαραλήμψει παρατυγχάνεινπαρατυγχάνιν. Οὔλπιος Λεωνίδης ὁ στρατηγός· περισσῶς τοὺς αὐθέντας ἐπιζητεῖς ἔχοντας ἀποδεδειγμένονἀποδεδιγμένον σεσαι γραμματέα. εἰς τοῦτο γὰρ κατεστάθης ἵνα κινδύνωι αὐτῶν πάντα διοικῇς. ἐγώ σοι καὶ πρότερον παρήγγειλαπαρήνγειλα καὶ νῦν παραγγέλλωπαραγγέλλωι παραλαμβάνεινπαραλαμβάνιν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως· ἵνα δὲ μὴ παρενθυμῇ, χειρογράφησονχιρογράφησον οὕτως ποιήσεινποιήσιν. καὶ ἐξῆλθεν Σαραπίων ὑπηρετής. ἀντίγραφον χειρογραφίαςχιρογραφίας. Οὐλπίωι Λεωνίδῃ στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Λεωνίδης Ἁρποκρατίωνος γραμματεὺς βιβλιοφυλάκων δημοσίων λόγων. ὀμνύωὀμνοίωι Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν παραλήψεσθαιπαραλήμψασθαι παρὰ Ἡρακλείδου καὶ Ἡλιοδώρου κληρονόμωνκληρωνόμων Προτογένους καὶ κληρονόμωνκληρωνόμων Ἰσιδώρου γεναμένων βιβλιοφυλάκων τὰ βιβλία, καθὼς ἐπέτρεψας διʼ ὑπομνηματισμῶν, παρα λαβεῖν μεμαι κινδύνωι τῶν βιβλιοφυλάκων ὅποιά ἐστιν ἀκολούθως τῆι γραφείσηι ὑπὸ τοῦ κρατίστουκρατείστου ἡγεμόνοςἡγεμώνος ἐπιστολῆι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παῦνι κβ.Cross-references (3)
- TM-Text 10732 primary
- DDbDP-Text p.fam.tebt;;15 tier-1
- HGV-Text 10732 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.