no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 10751.
Each record below describes this same artifact or text from a different angle.
αὐθεντικόν. ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Τῦβι δεκάτῃ ἐν ΤεβτύνειΤεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσι νοείτου νομοῦ. ὁμολογοῦσιν Χαιρήμων ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴοὐληι ἀντικνημίωι ἀριστερῶι καὶ Κρονίων ὡς ἐτῶν εἴκοσι δύο οὐλὴοὐληι μετώπωιμετώιπωι μέσωι, ἀμφότεροι Ἀκουσιλάου, Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Λυσιμάχωι Διδύμου τοῦ Λυσιμάχου ὡς ἐτῶν τριάκοντα δύο οὐλὴοὐληι κ δεξιῶι ἔχεινἔχιν παρʼ αὐτοῦ ἔντοκον χρῆσιν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας ἐννέα δίμοιρον μέτρωι τετραχοινίκωιτετραχοινείκωι ἰδίωι τοῦ Λυσιμάχου, καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας Χαιρήμονα καὶ Κρονίωνα ἐξ ἀλληλεγγύης ἀποδώσεινἀποδώσιν τῶι Λυσιμάχωι τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα 𐅷 ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτουτρισκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἐν τῆι προκιμένηι κώμηι ΤεβτύνειΤεβτύνι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίαςεὑρησιλογείας, τῆς πράξεως οὔσης τῶι Λυσιμάχωι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων Ἰσχυρίων Ἀχιλλέως ἐτῶν ν οὐλὴοὐληι γενείωι ἐξ ἀριστερῶν. Χαιρήμων καὶ Κρονίων Ἀκουσι λάου, Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ἔχομεν παρὰ Λυσιμάχου Διδύ μου ἔντοκον χρῆσιν πυροῦ ἀρτάβας ἐν νέα 𐅷 μέτρωι τετραχοινίκωιτετραχοινείκωι ἰδίωι Λυσιμά χου καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεσ τῶτος τρεισκαιδεκάτου ἔτους. Ἰσχυρίων Ἀχιλ λέως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. Λυσίμαχος γέγονεγέγοναι εἴς με ἡ ὁμολογίαὁμολογεία καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.