no image
DDbDP-text
Receipt for House - Rent via HGV-meta
Receipt for house rent paid by Tauris at Euhemeria. A receipt drawn up at the record office of Euhemeria in the Fayum, in which Herakleides and Neilos, joint owners of a house, acknowledge that their tenant Tauris has paid the rent for Hadrian's seventh year. Tauris acts with her husband as guardian, and a scribe signs for the illiterate landlords. machine translation
Linked by Trismegistos ID
TM 10940.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Περιτίου ε
Χοίαχ ε, ἐν Εὐημερείᾳ τῆς Θεμίστου μερίδος
τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Ἡρακλείδης
Φιλαδέλφου ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἱερᾶς
Πύλης ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ γόνατι ἀριστερῷ
καὶ Νεῖλος Ἥρωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου
Διονυσίου Τόπων ὡς ἐτῶν εἴκοσι πέντε ἄσημος
Ταύρι Ἁτρείους ὡς ἐτῶν πεντήκοντα ἀσημωι
μετὰ κυρίου τοῦ ἀνδρὸς Πνεφερῶτος τοῦ Πνεφερῶτος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ πήχει
ἀριστερῷ, ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τῆς
Ταύρεως τὰ ἐνοίκια τοῦ διεληλυθότος ἑβδόμου
ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἧς κατοικεῖ
αὐτῶν κοινωνικῆς οἰκίας ἐν κώμῃ Εὐημερείᾳ,
καὶ μηδὲν αὐτοὺς μηδὲ τοὺς παρʼ αὐτῶν τῇ Ταύρι
μηδὲ τοῖς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐπελεύσεσθαι
περὶ ὧν ἀπέχουσι ὡς πρόκειται. ὑπογραφεὺς τῶν ὁμολογούντων Μύσθης
Ἥρωνος ὡς ἐτῶν κ ἄσημος Ἡρακλείδης Φιλαδέλφου καὶ Νεῖλος Ἥρωνος ὁμολογοῦμεν ἀπέχειν παρὰ τῆς Ταύρεως τὰ ἐνοίκια τοῦ διεληλυθότος ἑβδόμου ἔτους
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἧς κατοικεῖ
ἡμῶν κοινωνικῆς οἰκίας ἐν κώμῃ Εὐημερείᾳ, καὶ οὐδὲν ἐνκαλοῦμεν καθὼς πρόκιται. ἔγραψα ὑπὲρ αὐτῶν Μύσθης Ἥρωνος μὴ εἰδότων γράμματα.
ἔτους ὀγδόου, μηνὶ Χοίαχ ε, διὰ Ἥρωνος τοῦ πρὸς τῷ
γραφείῳ Εὐημερείας.
[v]
ἀποχὴ ἐνοικίων ζ ἔτους Ταύρεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.