no image
DDbDP-text
Affitto di casa via HGV-meta
Lease of rooms in a house in the Shoemakers' Lane at Hermopolis. A lease in which Aurelius Iordanes son of Ophis, a fuller of Hermopolis, rents a half share of an upper-storey room and a basement vaulted room in a house in the Shoemakers' Lane, East City quarter, for 2 gold carats a year. The other half belongs to the lessor's sister Maria; the document was drawn up by the notary Koullothos with witnesses. machine translation
Linked by Trismegistos ID
TM 38397.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῆς παρούσης[…]τὸ ὑπάρχον
σοι ἥμισυ μέρος ἀπὸ μίας ἐξέδρας
ἐν τῇ δευτέρᾳ στέγῃ νευούσης εἰς νότον
καὶ ἥμισυ μέρος ἀπὸ μίας καμάρας ἐν τῷ
καταγείῳ σὺν αἱροῦντι μέρει τοῦ φρέατος καὶ τῆς
αὐλῆς καὶ τοῦ δώματος καὶ πάντων τῶν
χρηστηρίων καὶ δικαίων ἀπὸ οἰκίας διακειμένης
ἐπὶ τῆς Ἑρμοπολίτων ἐπʼ ἀμφόδου Πόλεως
ἀπηλιώτου ἐν ῥύμῃ τῶν Τζαγκαρίων νευούσης
εἰς ἀπηλιώτην κατὰ κοινωνίαν τῆς σῆς
ἀδελφῆς Μαρίας ὑπὲρ ἄλλου ἡμίσεως μέρους
εἰς συμπλήρωσιν τούτων πρὸς χρῆσιν
ἐμὴν καὶ οἴκησιν ἐνοικίου τοῦ αὐτοῦ ἡμίσεως
μέρους τῶν δύο τόπων κατʼ ἔτος χρυσοῦ
κερατίων δύο, γίνεται χρυσοῦ κεράτια β, ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως
καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι
τὸ αὐτὸ ἥμισυ μέρος τῆς ἐξέδρας καὶ τῆς
καμάρας σὺν θύραις καὶ κλεισὶ ὡς παρέλαβον·
ἡ μίσθωσις κυρία καὶ βεβαία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
† Αὐρήλιος Ἰορδάνης Ὠφίου ὁ προκείμενος
μεμίσθωμαι ὡς πρόκειται. † Αὐρήλιος
Θεόδωρος Πτολεμαίου ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα μὴ εἰδότος. † Θεόφιλος Ὑπατίου
ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας
παρὰ τοῦ θεμένου. † Αὐρήλιος Θεόδωρος
Χριστοδώρου ἀπὸ Ἑρμοῦ πόλεως
μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. †
† διʼ ἐμοῦ Κουλλόθου σὺν θεῷ συμβολαιογράφου
[v]
…
[…]Ἰορδάνου Ὠφίου γναφέως ἀπὸ Ἑρμοῦ πόλεως ὑπὲρ ἐνοικίου χρυσοῦ κερατίων β
Ἰορδάνης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.