no image
DDbDP-text
Notificazione allo stratego via HGV-meta
Linked by Trismegistos ID
TM 23565.
Each record below describes this same artifact or text from a different angle.
[…]Ἑρμοπολείτου. οὗ παρεκόμισα ἐκ του
καταλογείου χρηματισμοῦ ἐμβαδείας ἀντίγραφον ὑπόκειται.
ὁ δεῖνα ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τὴς διαλογῆς τῶν
ἐντεύξεων ἀντίγραφονὑποτέτακται προσυποτέτακται δὲ καὶ ἡ διʼ αὐτῆς
σημαινομένη ἔντευξις. γέγραφα οὖν ἱνʼ εἰδῇς· ἔρρωσο. ἐσημειωσάμην.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Δομιτίανοῦ Σεβαστοῦ Γερμανικοῦ
μηνὸς[…]ἐστὶ δὲ τὰ ἀντίγραφα τάδε. ἔτους ἑβδόμου Αὐτοκράτορος
Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου
Παχὼν … χρηματισταὶ Τίτοι Φλάουιοι Ἀπολλόδωρος καὶ Ποπλιενὸς
καὶ[…]ὁ καὶ Ἀλθαιεὺς οἱ τὰς ἐντεύξεις
διαλέξαντεςἀναγνωσθείσης ἐντεύξεως Ἐξακῶντος τοῦ Αλ[…]
[…]τῆς δὲ διʼαὐτῆς σημαινομένης καταγραφῆς ἐπενηνεγμένης καὶ τοῦ λεγομένουδιαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἱνʼ ἐὰν παρὼν
ἐπʼ αὐτὸν ὁ Ἑξακὼνεὐδοκῇ τούτοις καὶ προῆται τὴν ἁρμόζουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα
καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα προδιαστειλάμενος τοῖς ἐν τοῖς[…]εμ…ιμενοις ὑπαρχοῦσι ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις[…]μετὰ ταύτας ποίηται τὰ τῆς ἐμβαδείας
κατὰ τὰ προστεταγμένα Γαίῳ Σεπτιμίῳ Οὐεγέτῳ Ἐξάκων
[…]ρμο[…]ου Ἑρμοπολείτου τῶι φ…
[…]καταγέγραμμαι διὰ τοῦ ἐν
Ἑρμοῦ πόλει ἀγορανομίου ἐξ ἐνεχυρασίας καὶ προσβολῆς τῶν
[…]ενφεως ἐν κώμῃ Ἰβιῶνι[…]τοῦ Ἑρμοπολείτου νόμου οἰκίαν καὶ προνήσιον ὄντα[…] καὶ αὐλῆς καὶ τὰ συνκύροντα καὶ χρηστήρια πάντα καὶ εἴσοδον καὶ ἔξοδον εἰς ἃ καὶ
ἐμβαδεῦσαι βουλόμενος δέομαι ἐπὶ τῆς διαλογῆς συγκρῖναι
γράψαι τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἐμβιβάσαι με εἰς τὰ
[…]μενα καὶ[…]νεπι[…]ειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν ἐξ αὐτῶν περιεσομένων καὶ ἐν οἷς ἐὰν ἄλλοις[…]προσδέωμαι περὶ τούτων τῶν δʼἄλλων τῶν κατʼ ἐμαυτὸν[…] καὶ ὧν ἄλλων ἔχω
δικαίων ἀντέχομαι καὶ ἀνθέξομαι ἐν μηδενὶ ἁπλῶς ἐλαττούμενος πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι[…]ὡς καθήκει. ἔτους ζ Αὐτοκράτορος
Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου Παχὼν[…]μεθα τῆς ἐμβαδείας ἐπιτε[…]Ἀναξαγόρου νεωτέρου ἐπιδέδωκα.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σωτηρίου Παῦνι κθ ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.