Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.flor.1.81 26. Jan. - 24. Febr. 103Hermopolis

Mutuo di danaro con ipoteca via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 23582. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ξανθικοῦ Μεχεὶρ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος. προσεδάνεισεν Ἄρειος Σαραπίωνος Ἑρμαίου τοῦ καὶ Ἀρείου μητρὸς Τανέμεως Ἑρμοπολίτης ἀφῆλιξ ἀναγραφόμενος ἐπὶ Φρουρίου ἀπηλιώτου ὡς ἐτῶν ϛ μελίχρως μετὰ κυρίου τοῦ ἑαυτοῦ πατρὸς Σαραπίωνος Ἑρμαίου τοῦ καὶ Ἀρείου ὡς ἐτῶν μϛ μέσου μακροπροσώπου εὐθύρινος οὐλὴ μετώπῳ μέσῳ Διοσκόρωι τῶι καὶ Ἑρμαίωι Ἁρπαησίωνος τοῦ Θέωνος μητρὸς Ἀρτεμεισίας τῆς καὶ Ταυμήσιος Ἐπιμάχου Ἑρμοπολίτηι ἀναγραφομένωι ἐπὶ Πόλεως λιβὸς Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μέσωι μελίχρωτι μακροπροσώπωι εὐθύρινι οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἄλλας ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς πεντακοσίας , ἃς ἀνῄρηται παρʼ αὐτοῦ διὰ τῆς Εὐδαίμονος τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους μέχρι τῆς ὑποκειμένης ἀποδόσεως μῆνας πέντε συναγομένων τοῦ τόκου δραχμῶν εἰκοσιπέντε πάσας ἐπʼ ὑποθήκῃ αἷς προυπέθετο αὐτῶι καθʼ ἑτέρας συνγραφὰς δανείων διὰ τοῦ ἐν Ἑρμοῦ πόλει ἀγορανομείου μίαν μὲν ἐπὶ τῶν ἐπαγομένων τοῦ διεληλυθότος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ· ἕτεραν δὲ ἐπὶ τοῦ Τῦβι μηνὸς τοῦ ἐνεστῶτος ἔτους πρὸς τὰ διʼ ἑκατέρας ὀφειλόμενα χρέα μητρικαῖς αὐτοῦ γῆς τῶν περὶ αὐλὴν ἀρούραις πέντε ἡμίσει ἐν τῶι Πατεμεὶτ ἄνω περὶ Μεννιν ἐκ τοῦ Φίλωνος Ὀναράσιος κλήρου ἐπὶ ταῖς οὔσαις γειτνίαις καὶ τόδε νυνὶ δανείον τὰς ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τόκου δραχμὰς πεντακοσίας εἰκοσιπέντε · ἀποδότω ὁ Διόσκορος τῶι δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ τῆι τριακάδι τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἕκτου ἔτους ἀργύριον δόκιμον νομιτευόμενον ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως ἐξέστω τῶι δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ μὴ προσδεηθεῖσι ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς ταξαμένοις τὰ εἰς τὸ ἐνκύκλιον καθήκοντα τέλη ἐπικαταβολὴν ποιήσασθαι τῶν ὑποτεθειμένων ἀρουρῶν πέντε ἡμίσους καὶ κτᾶσθαι τὸν δεδανεικότα καὶ τοὺς παρʼ αὐτοῦ ταύτας κυρίως ἀντὶ τῶν ὀφειλομένων καὶ ἐμβαδεύειν εἰς αὐτὰς καὶ καρπίζεσθαι καὶ διαμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν κατʼ ἔτος περιεσόμενα[…]εν ἅπαντα καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον μηδενὸς τῶι δεδανεισμένωι μηδʼ ἄλλοις ὑπὲρ αὐτοῦ περὶ τούτων ἐξ ὑστέρου καταλειπομένου λόγου ἢ παρευρέσεως. βεβαιούτω δὲ ὁ δεδανείσμενος τήνδε τὴν ὑποθήκην πάσηι βεβαιώσει ἀπό τε δημοσίων καὶἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς, ἣν καὶ μὴ ἐξέστω αὐτῶι πωλεῖν μηδʼ ἑτέροις ὑποτίθεσθαι[…] ἀρούρας […]…μηδ[…] ομ[…]ν[…] […]φ…[…]

Connections

Found at Hermopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.