no image
DDbDP-text
Frammento di un contratto di vendita d’immobili via HGV-meta
Closing clauses of a sale of property by Aurelius Kopreas, in duplicate. Two copies of the closing clauses of a sale contract, in which the seller Aurelius Kopreas son of Herminos guarantees the sale, sets penalties for any challenge, and consents to its public registration. Written in the Hermopolite nome on 18 February 337. machine translation
Linked by Trismegistos ID
TM 23590.
Each record below describes this same artifact or text from a different angle.
[a]
[…] καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπί σε τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρά σου περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος σοὶ τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον
τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, ἣν καὶ δισσήν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν, ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη, ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκῶ. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν
Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων, Μεχεὶρ κδ. Αὐρήλιος Κοπρέας Ἑρμίνου πέπρακα
καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκειται.
[b]
ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ,
ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος σοὶ τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, ἣν καὶ δισσήν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν, ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη, ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκῶ. περὶ δὲ τοῦ
ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων, Μεχεὶρ κδ.
Αὐρήλιος Κοπρέας Ἑρμίνου πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ
τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.