Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.flor.3.382 Moirai (Hermopolites)

Istanza per esonero di liturgie via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19394. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος εὐσεβὴς Περτίναξ σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εὐσεβὴς σεβαστὸς […] τοῖς ἑβδομήκοντα ἔτη βεβιωκόσι γέρας ἀλειτουργησίας […]προετέθη… ἐν Ἀλεξανδρείᾳ η ἔτους, Μεχεὶρ κζ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Σεουῆρος Ἀντωνῖνος Παρθικὸς μέγιστος Βρεταννικὸς μέγιστος Γερμανικὸς μέγιστος εὐσεβὴς σεβαστὸς[…] Ἰουλίῳ Διοδώρῳ. εἰ ἑβδομήκοντα ἔτη ἐπλήρωσας πάσης […]οσβας… ἡλικίας καὶ τῶν διατάξεων ἐλευθερια ζε…[…]Ἀλεξανδρείας πρὸ … καλανδῶν Φεβραρίων […] Ἀλβίνῳ τὸ δεύτερον καὶ Ἀνυλλίνῳ ὑπάτοις[…] Θε… Σεουηρ[…]ων η… πρὸς τὸ ἀποπληρῶσαι ἑβδομήκοντα ἔτη …[…]πληρωθέντος τοῦ ἀριθμοῦ διὰ τὴν ἡλικίαν ἀπὸ τῶν λειτουργιῶν […]ων ἐλευθερωθῆναι. οἱ αὐτοὶ κύριοι τῷ δεῖνα ἑβδομήκοντα ἔτεσιν ἦσθας ἐν ταῖς πολιτικαῖς λειτουργίαις ος…[…] καὶ πρὸς μόνας τὰς οὐσίας διαφέρουσι τὴν προνομίαν εξ…[…]προετέθη ἐν Ἀλεξανδρείᾳ πρὸς τῶι ἡγουμένῳ πυλῶνι τοῦ γυμνασίου […] Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος εὐσεβὴς Περτίναξ σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εὐσεβὴς σεβαστός. λέγουσιν ἔτι πολλοί τινες […]ὑπέραλλα ἀπαιτεῖσθαι ὡς ἐξ ἀλληλεγγύης. καίτοι ἄνωθεν διατετάχαμεν[…]τὰ προηγορευμένα διὰ τῆς ὥστε μηδένα ὑπέραλλα ἀπαιτεῖσθαι μήτε ἄλλον ὑπὲρ, ἄλλου μήτε υἱὸν ὑπὲρ πατρὸς, μήτε πατέρα ὑπὲρ υἱοῦ μήτε μηδένα ἀντιχρηματίζεσθαι προφάσει ἀπαιτήσεως. ἐὰν δὲ φωραθῇ τις ὑπέραλλα … ὕβρις τινα […]τούτου τὸν τυχόντα κίνδυνον ὑφέξει. ἔτους η, Ἁδριανοῦ κα. οἱ αὐτοὶ κύριοι Καλλιμάχῳ … …ον ἐστι δ……εσται, ἀλλὰ τοῦτο λέγομεν ἀπὸ αλλ…εδι[…] ἂλλον ἀντιχρηματιζόμενον ὑπὲρ ἄλλου καὶ τοῦτο ἔσται σοι πάντων[…]ο…οα…υ…… ἔτους η, Ἁδριανοῦ κα. Μάρκωι Αἰδινίωι Ἰουλιανῶι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίου Ἥρωνος Ἀντωνᾶτος τοῦ Πανίσκου Ἀρχιστρατίου τοῦ καὶ Ἀλθαιέως γεουχοῦντος ἐπὶ Μοιρῶν τοῦ μεγάλου Ἑρμοπολίτου νομοῦ. τοῖς ἑβδομήκοντα ἔτη βεβιωκόσιν καὶ ἐν ταῖς λειτουργίαις κεκμηκόσιν αἱ προτεταγμέναι θεῖαι διατάξεις[…]…καιαν τω[…]…ας δεδώκασιν τὴν ἀνάπαυσιν ορι…μενοι…[…]π […]…ετω…αριθμ…ον… ἐνέχεσθαι ταῖς λειτουργίαις καὶ τὴν σὴν οὐκ ἔλαθεν εὐμένειαν[…]αης …… ὃς ἀεὶ πολλοὺς εὐεργέτησας ὑπὲρ μὲν ἑβδομήκοντα ἔτη γεγονότας, ἐπηρεασμένους δὲ ταῖς λειτουργίαις παρὰ τοὺς νόμους. διόπερ καὶ αὐτὸς ε…αιτω[…]… τῆς ὁμοίας φιλανθρωπίας ἀξίωσίν σοι προσφέρω θείων διατάξεων ἠρτημένην . Ἀλεξανδρεὺς γὰρ ὢν γῆν πολλὴν δὲ κεκτημένος ἐν τῷ νομῷ τοῦ μεγάλου Ἑρμοπολείτου σχεδὸν π[…]…[…]ν πρὸ τοῦ γήρως δ…… χρόνον λειτουργῶν ὡς πάντων ἰσαρίθμους …[…]οι…[…]… τὰς λειτουργίας …υ…[…]ἐμαυτὸν χρήσιμον τῷ ταμείῳ παρέσχον, ἀλλὰ καὶ ὁ ἐξ ἐμοῦ γενόμενος υἱὸς Μέλας ὀνόματι πολλὰς μὲν καὶ ἄλλας ἐξετέλεσεν λειτουργίας, καὶ νῦν δὲ οὐδὲν ἧττον[…]ρ… ἐμοῦ εἰς γηροτροφίαν δεομένου τῆς παρʼ αὐτοῦ …σχ…οντος ἐπικο[…]ωμεν ἔτι καὶ διὰ τὸ πληρῶσαι τὴν λειτουργίαν καὶ διὰ τὴν τῶν ἐτῶν προθεσμίαν ἀσθενὴς ὢν καὶ τῷ σώματι καὶ ταῖς ὀφθαλμίαις ?, εἰ με […]… τὴν βασιλικὴν εὐεργεσίαν μὴ ἐνοχληθῆναι ἂν καὶ ἐνόησα …[…]…λιτ… ἀπορίαν. πῶς γὰρ ἄνθρωπος …[…]…ουδε…ε […]Σερῆνος δέ τις ἐπικαλούμενος Λέωνπραγματικὸς Μοιρῶν ἐτόλμησεν […]ειαρα τὰς θείας διατάξεις ἐφηβείας …ο…οτατον…[…]… εἰδὼς γὰρ το…[…]…ον […]θετο […]… εἰς λειτουργίαν με ὠνόμασεν εἰςχώραν τινὸς Μέλανος ἀναδοθέντος εἰς λειτουργίαν ὑπʼ αὐτοῦ …εγράφη… ὁ προκείμενος Μέλας[…] ἄρρενας …οποιησάμην … Σερῆνον τοῦ δ[…]Ἀλεξανδρεῖς … ……ιναλλ … […]ος καὶ το[…] ἀνθρωπο[…] ἀγνοεῖν. διόπερ θαυμάσας αὐτοῦ τὴν ἀνυπέρβλητον τόλμαν καὶ ἐπήρειαν καὶ ἀνομίαν, [2] οὐχ ἡσύχασα, ἀλλʼ εὐθέως ἐνέτυχον τῷ κρατίστῳ διαδεχομένῳ τὰ κατὰ τὴν ἐπιστρατηγίαν τῆς Ἑπτανομίας ταῦτα παρατιθέμενος. ὃς τοῦτο ἀναγνοὺς …τ…δι…εος ἠθέλησεν τὸν στρατηγὸν τοῦ νομοῦ μαθεῖν εἰ μὴ …[…] […]ας ὁ προδεδηλωμένος Μέλας, ἐμοῦ τοῦτο διὰ τῶν ὑπομνημάτων βεβαιουμένου. ἐπεὶ οὖν ὁ πραγματικὸς ἐπὶ τῶν τόπων ἰσχύει βιάσασθαι, ἐγὼ κατὰ τὰς προκειμένας θείας διατάξεις ἤδη ὑπὲρ ἑβδομήκοντα ἔτη βεβιωκὼς καὶ αὐτὸς τῆς ἀναπαύσεως διὰ σοῦ τοῦ κυρίου τυχεῖν … ὡς ὑπὸ τοῦ πραγματικοῦ σεσυκοφαντημένος καὶ υἱὸν Μέλανα μὴ κεκτημένος, εἰ δὲ καὶ ἀληθὲς ἧν ὅπερ μου κατεψεύδετο, ἄλλῃ … θείᾳ διατάξει βοηθούμενος, ἣ κελεύει μὴ ἕτερον ὑπὲρ ἑτέρου μήτε λειτουργεῖν μήτε ἀντιχρηματίζεσθαι οὐ μὴν ἐμοὶ υἱὸς ἕτερός τις Μέλας καλούμενος ἦν, ἀλλα… ὄνομα προσ…… ὁ πραγματικὸς τοῦ μὴ ὄντος μηδὲ γενομένου μοι υἱοῦ …σε […]…ποι[…]ν, ὅτι δὲ καὶ ὑπὲρ τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἐτῶν ἐγενόμην καὶ τοὺς ὀφθαλμοὺς ἐβλάβην …ητ… […]…αριοις ην παρ……ει καὶ ἡ ὄψις παρίστησει τοῦ σώματος· καὶ ἀμφοτέρων μὲν ἤδη καταλείπεται παραμυθεία ἡ διὰ τῆς σῆς φιλανθρωπίας ἀνάπαυσις τῷ γήρᾳ δεδομένη καὶ ὑπὸ σοῦ βεβαιωθεῖσα …σις, ἵνʼ ὦ εὐεργετημένος ὑπὸ σοῦ τοῦ κυρίου. διευτύχει. ἀντίγραφον ἐπικρίσεως α…εξ…· ἔτους ϛ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ αὐτοκράτορος καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου, Ἐπεὶφ ιγ. γραφὴ παίδων τῶν εἰσκρινομένων εἰς τὸ εἰσιὸν ζ ἔτος αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ αὐτοκράτορος καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου εἰς ἐφήβους εἰσκρινομένων ὑπὸ Τίτου Φλαυίου Τιτιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος, ὄντος πρὸς τῇ ἐπικρίσει τοῦ β γράμματος Τιβερίου Κλαυδίου Ἀπολιναρίου νεωκόρου τοῦ μεγάλου Σαράπιδος τῶν κεκοσμητευκότων τοῦ ἐπὶ τῆς εὐθηνίας ἱερέως καὶ ἐξηγητοῦ, εἰκονισθέντων ἐν τῷ πρὸς τῇ Ἀθηνᾷ γραφείῳ ὑπὸ Νείλου ἐκ καταλογείου τοῦ πρὸς τῇ διαλογῇ αὐτοῦ. μεθʼ ἕτερα. βορινοῦ […]…οστου Ἰσιδώρου· Ἥρων Ἀντωνᾶτος τοῦ Πανίσκου Ἀλθαιεὺς ἐτῶν ιδ ἡμερῶν ιζ …ο…ο […]τέχνη μανθάνων γράμματα καὶ πάλην μητρὸς Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς εἰσαγόμενος ὑπὸ τῶν γονέων καὶ γνωστευόμενος ὑπὸ ἀδελφοῦ Πανίσκου καὶ θείου πρὸς πατρὸς Κορνηλίου τοῦ καὶ Ἥρωνος ἀπὸ γυμνασίου παιδὸς ἀπαρχῇ, διʼ ἧς δείκνυται ἔνγραφος ὁ τῶν γονέων γάμος, ἐφηβευκότος τοῦ πατρὸς καὶ οὔτε κατὰ μητέρα …α…αυ […] περιῃρέθη τὸ πρὸς τὴν εἴσκρισιν δίκαιονκαὶ σηνμαίνονται τοῦ παιδὸς ὁμοπάτριοι ἀδελφοὶ Σαραπίων καὶ Ἰσίδωρος ἐδήλωσαν οἱ γονεῖς ἔχειν ἕτερα τέκνα ἔτι ἐπίλοιπα πλὴν τοῦ εἰσκρινομένου τὸν γνωστεύοντα,θυγατέρα δὲ Σαραπιάδα τὴν καὶ Σαραποῦν, καὶ ὑπετάχθη τῶν μὲν ἀρρένων ἀντίγραφα ἐφηβειῶν, τῆς δὲ θηλείας ἀπαρχή· καὶ διὰ μὲν τῆς τοῦ Σαραπίωνος ἐφηβείας …[…]ν, διὰ δὲ τῆς ἑτέρας ἐφηβείας καὶ […]ησοι εἰσκρινόμενος καὶ ἔχει…[…]οἱ γονεῖς τὴν σημαινομένην τοῦ παιδὸς ὁμοπατρίαν ἀδελφὴν Σαραπιάδα τὴν καὶ Σαραποῦν ἔχουσαν ἀπαρχὴν καὶ […]… …[…]εἰσκρινομένου …[…]……[…]ς Πανίσκον καὶ τὸν τοῦ παιδὸς ὁμοπάτριον ἀδελφὸν Σαραπίωνα ἐκδημεῖν ἐν τοῖς ὑπὲρ Κόπτον τόποις …αρ…η ἔτους[…]Ἁθὺρ ζ. ὁ στρατηγὸς ἀκολούθως ταῖς θείαις διατάξεσιν […] φροντίσει μ[…]… κολλημ πβ τόμου α. προετέθη ἐν τῷ ταμικῷ.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.