no image
DDbDP-text
Prêt d’argent via HGV-meta
Loan of 240 silver drachmas from Patron to Kronion. A loan contract from the Arsinoite nome (Fayum) dated 11 April AD 47, in which Patron son of Soterichos lends 240 silver drachmas to Kronion son of Hareotes at 1 drachma per mina monthly interest, repayable in Phamenoth of the following year. The end of the text, with penalties and the borrower's subscription, is damaged. machine translation
Linked by Trismegistos ID
TM 11191.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Αὐτοκράτορος μηνὸς Δαισίου ιϛ Φαρμοῦθι ιϛ ἐν[…]
σιρει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
ἐδάνισεν Πάτρων Σωτηρίχου ὡς ἐτῶν[…]
ἕξ , οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, Κρονίωνι
Ἁρεώτου Τισείνιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν[…]
πέντε οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς […]
ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς διακοσίας
τεσσαράκοντα , ἃς καὶ εἴληφεν ὁ δεδανεισμένος Κρονίων παρὰ τοῦ Πάτρωνος παραχρῆμα διὰ χειρὸς
ἐξ οἴκου, τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν
μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς κεφαλαίου
ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα καὶ τοὺς
τόκους ἀποδότω ὁ δεδανεισμένος Κρονίων τῷ Πάτρωνι ἐν μηνὶ Φαμενώθ τοῦ εἰσίοντος ὀγδόου ἔτους
Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Αὐτοκράτορος· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται
ἀποτισάτω ὁ δεδανεισμένος Κρονίων[…]
παραχρῆμα τὸ μὲν […]
τῆς πράξεως οὔσης τῷ Πάτρωνι παρά τε τοῦ Κρονίωνος
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
Κρονίων Ἁρεώτου Πέρσης
τῆς ἐπιγονῆς
…[…] ωνο …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.