no image
DDbDP-text
Contrat de location pour une partie de maison via HGV-meta
Lease of a quarter share of a three-storey house at Phebichis. A lease in which the veteran Aurelius Didymos rents to the veteran Aurelius Paulos his quarter share of a three-storey house in the eastern part of the village of Phebichis in the Herakleopolite nome, for two years at 1,200 silver drachmas a year. It is dated 8 August 316. machine translation
Linked by Trismegistos ID
TM 23602.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος
γενομένου οὐετρανοῦ γεουχῶν ἐν κώμῃ Φεβείχι ια πάγου
τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Παύλῳ
οὐετρανῷ ἐκ πατρὸς Κλήμεντος γεουχοῦντι ἐπὶ τῆς αὐτῆς
κώμης Φεβείχεως χαίρειν.
μεμίσθωκά σοι ἀπὸ τῶν ὑπαρχόντων μοι ἐπὶ τῆς αὐτῆς
Φεβείχεως ἐν τοῖς ἐξ ἀπηλιώτου μέρεσι τῆς κώμης
ἀπὸ οἰκίας τριστέγου σὺν προνησίῳ κοινῆς οὔσης πρὸς
κληρονόμους Πετέχωντος γενομένου βουλευτοῦ τῆς Ναυκρατιτῶν πόλεως καὶ κληρονόμους Ἀνθεστίου γενομένου στρατιώτου
τὸ ἐπʼ ἐμὲ φθάνον τέταρτον μέρος ἐπὶ χρόνον ἔτη δύο, ἀπὸ τοῦ
ὄντος μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος δεκάτου καὶ ὀγδόου ἔτους,
ἐνοικίου τοῦ ἑσταμένου καὶ συνπεφωνημένου πρὸς ἀλλήλους ἕκαστον ἐνιαυτὸν ἀργυρίου δραχμῶν χιλίων διακοσίων , τοῦ ἐνοικίου ἀποδιδομένου κατʼ ἔτος ἀκοιλάντως
καὶ ἀνυπερθέτως. τὴν δὲ μίσθωσιν ταύτην δισσὴν
γραφεῖσαν πτυγεῖσαν ἐπὶ ὑπογραφῆς ἡμῶν ἕκαστος
ἔχετω μοναχοῦ πρὸς ἀσφάλειαν, ἥτις κυρία καὶ ἐνμεινάτω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας Καικινίου Σαβείνου καὶ Οὐεττίου Ῥουφίνου
τῶν λαμπροτάτων, Μεσορὴ ιε.
Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος
μεμίσθωκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.