no image
DDbDP-text
Mietung eines Zimmers via HGV-meta
Lease of a room in a house at Hermopolis. A lease contract in which Aurelius Phibaleon of Hermopolis rents a single upper-floor room in a two-storey house from Flavius Isidoros, an official on the staff of the governor of the Thebaid, for two years at 2,500 silver talents a year. It was written at Hermopolis on 10 September 377, with a literate official signing for the illiterate tenant. machine translation
Linked by Trismegistos ID
TM 22334.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ
τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Μεροβαύδου
τοῦ λαμπροτάτου.
Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας
Θηβαίδος
παρὰ Αὐρηλίου Φιβαλέωνος Νείλου μητρὸς Ἑρμιόνης
ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης
ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως
ἀπηλιώτου. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρά σου ἐπὶ διετῆ
χρόνον λογιζόμενον ἀπὸ τοῦ ἑξῆς μηνὸς
Φαῶφι τῆς ἐνεστώσης ἕκτης ἰνδικτιόνος ἀπὸ τῆς ὑπαρχούσης σοι ὁλοκλήρου οἰκίας διστέγου καὶ καταγείου ἐν
τῇ ἄνω στέγῃ τόπον ἕνα ἐν τῇ
αὐτῇ Ἑρμοῦ πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου
πόλεως ἀπηλιώτου πρὸς οἴκησιν καὶ χρῆσιν,
ἐνοικίου κατʼ ἔτος τούτου τοῦ τόπου μόνου ἀργυρίου ταλάντων δισχιλίων πεντακοσίων
ὅπερ ἐνοίκιον ἀποδώσω σοι κατʼ ἔτος
πρὸς λῆξιν τοῦ ἐνιαυσίου χρόνου καὶ ἐπὶ
τέλει τοῦ τῆς μισθώσεως χρόνου παραδώσω
σοι τὸν αὐτὸν τόπον σὺν τῇ ἐφεστώσῃ
αὐτῷ θύρᾳ ὡς παρείληφα ἐν οὐδενὶ
καταβλάψας πλὴν τῆς χρήσεως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θῶθ ιγ.
Αὐρήλιος Φιβαλέων Νείλου ὁ προκείμενος
μεμίσθωμαι ὡς πρόκειται. Φλάυιος Ἑρμαπόλλων Ἀπολιναρίου ἀπὸ ὀφφικιαλίων ἐπιτροπῆς
ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.
διʼ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.