no image
DDbDP-text
[r]
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν
καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
καὶ πάντων τῶν ἁγίων ἔτους Διοκλητιανοῦ τϙα Θὼθ κϛ γ ἰνδικτίωνος ἐν Ἀρσινόῃ.
τὸ παρὸν κομπρόμισσον ποιοῦνται πρὸς ἀλλήλους ἑκουσίᾳ γνώμῃ
ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Ἄπα Ὃλ πωμαρίτης υἱὸς
Ἄπα Ἰσίωνος ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρήλιος
Φοιβάμμων σανδαλᾶς υἱὸς Πτολλίωνος ἀπὸ τῆς
Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου ὁ μὲν Ἄπα Ὃλ Ψαππαλίου
ὁ δὲ Φοιβάμμων Κλεοπατρίου χαίρειν. ὁμολογοῦμεν
δικάσασθαι πρὸς ἀλλήλους ἐπὶ τοὺς κριτὰς
τῆς δημοσίας φυλακῆς τῆς αὐτῆς πόλεως
καὶ στέργειν ἡμᾶς καὶ ἐμμεῖναι τῇ αὐτῶν δίκῃ.
εἰ δέ τις ἐξ ἡμῶν μὴ στέρξῃ τῇ αὐτῶν κρίσει
ἐνέχεσθαι τὸ παραβαῖνον μέρος δοῦναι τῷ
στέργοντι λόγῳ προστίμου χρυσίου νομίσματα
δώδεκα χρυσίου νομίσματα ιβ. κύριον τὸ κομπρόμισσον
καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν † Ἄπα Ὃλ καὶ Φοιβάμμων στοιχεῖ ἡμῖν ὡς πρόκειται.
† Φοιβάμμων σὺν Θεῷ πρεσβύτερος ἐκκλησίας τοῦ ἁγίου
Ναρααῦ μαρτυρῶ τῷδε τῷ κομπρομίσσῳ
ὡς πρόκειται †. † Ἀριστόμαχος διάκονος μαρτυρῶ
τῷδε τῷ κομπρομίσσῳ ὡς πρόκειται †.
† θμγ di emu Cosma Fib διʼ ἐμοῦ Κοσμᾶ Φὶβ ϙθ
[v]
† ὅρος Φοιβάμμωνος σανδαλᾶ καὶ Ἄπα Ὃλ πωμαρίτου
χ…ηλιγρ…[…]… μισθοπρασίας τρα †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.