no image
DDbDP-text
[r]
†
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ
τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου
καὶ πάντων τῶν ἁγίων, Μεσορὴ κϛ, ιδ ἰνδικτίονος, ἐν Ἀρσινόῃ.
Φλαουίῳ Ἰωάννῃ τῷ εὐκλεεστάτῳ δουκὶ ταύτης
τῆς Ἀρκάδων ἐπαρχίας διὰ Ἀπφουᾶ τοῦ λαμπροτάτου
ῥιπαρίου ταύτης τῆς Ἀρσινοιτῶν πόλεως,
τὸ κοινὸν τῆς ἐργασίας τῶν σελλοποιῶν ταύτης
τῆς πόλεως διʼ ἡμῶν Μηνᾶ πρεσβυτέρου
υἱοῦ Ἀναστασίου καὶ αὐτοῦ πρεσβυτέρου καὶ
ἄπα Ὃλ διακόνου υἱοῦ Φοιβάμμωνος καὶ αὐτοῦ
διακόνου καὶ Μηνᾶ υἱοῦ Γεωργίου καὶ Θεοδώρου
[…]…[…]…[…]…υργίου υἱοῦ
[…]…[…]…λ…[…] καὶ
……………………α…… ἔσχαμεν καὶ
ἐπληρώθημεν παρὰ τῆς ὑμετέρας εὐκλείας
διὰ τοῦ αὐτοῦ λαμπροτάτου ῥιπαρίου τὴν τιμὴν
…[…]… παρʼ ἡμῶν εἰς λόγον τοῦ
…ν…[…]…μ……υλ… σελλωξυλίνων
…δ[…]… ἐπὶ τῆς παρούσης τεσσαρασκαιδεκάτηςἰνδικτίονος εἰς πλήρης καὶ εἰς ὁλόκληρον
καὶ πρὸς ὑμέτεραν ἀσφάλειαν ταύτην πεποιήμεθα
ὑμῖν τὴν ἀπόδειξιν κυρίαν οὖσαν
καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Μηνᾶς πρεσβύτερος στοιχεῖ
μοι πάντα ὡς πρόκειται. † † ἄπα Ὃλ διάκονος
υἱὸς τοῦ μακαρίου Φοιβάμμωνος στοιχεῖ μοι
πάντα ὡς πρόκειται. † † Ἀμάειος
υἱὸς Θωμᾶ στοιχεῖ μοι πάντα
ὡς πρόκειται. σημεῖον
† σημεῖον τοῦ αὐτοῦ Μηνᾶ †
τοῦ αὐτοῦ Θεοδώρου
θμγ
† di emu Bu esemioth
[v]
πληρωτικὴ ἀπόδειξις τιμῆς[…] γενομένη ὑπὸ τοῦ κοινοῦ τῆς ἐργασίας τῶν σελλοποιῶν εἰς Φλάουιον Ἰωάννην
εὐκλεέστατον δοῦκα Ἀρκάδων ἐπαρχίας †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.