no image
DDbDP-text
[r]
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς
δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων
τῶν ἁγίων Παῦνι ιϛ τέλει τρίτης ἰνδικτίωνος ἐν Ἀρσινόῃ.
Αὐρήλιοι Νααραῦς μείζων, υἱὸς Ἀβρααμίου
καὶ Σέρηνος υἱὸς Γεωργίου καὶ Νααραῦς κεφαλαιωταὶ
τοῦ ἀναλώματος υἱὸς Μηνᾶ τοῦ καὶ Παρεὺ καὶ Κυριακὸς
υἱὸς Ἀπολλὼ καὶ Ἀπαὸλ ἀριστερόπηρος υἱὸς Ποῦσι
ὁρμώμενοι ἀπὸ κώμης Ἀράβων τοῦ Ἀρσινοΐτου
νομοῦ τῷ αἰδεσίμῳ Πέτρῳ γραμματεῖ υἱῷ
Λαήου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν δεδέχθαι παρὰ τῆς σῆς αἰδεσιμότητος
διὰ χειρὸς ἐκ τῆς τιμῆς τῆς ἑβδομομοιρίας
τοῦ σίτου τῆς παρούσης τρίτης ἰνδικτίωνος τοῦ νομίσματος
ἑνὸς πληρωτοῦ ἀρταβῶν εἴκοσι τέως
χρυσίου νομισμάτια πέντε ὄβρυζα
ἕκαστον ἀπὸ κερατίων εἴκοσι τριῶν
Ἀλεξανδρείας χρυσίου νομισμάτια ε ὄβρυζα ἕκαστον ἀπὸ κερατίων κγ Ἀλεξανδρείας
καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποιήμεθα
τὴν ἀπόδειξιν κυρίαν οὖσαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. †
Αὐρήλιοι Νααραῦς μείζων, υἱὸς Ἀβρααμίου καὶ
Σέρηνος υἱὸς Γεωργίου καὶ Νααραῦς κεφαλαιωταὶ τοῦ ἀναλώματος
υἱὸς Μηνᾶ τοῦ καὶ Παρεὺ καὶ Κυριακὸς υἱὸς Ἀπολλὼ καὶ
Ἀπαὸλ υἱὸς Ποῦσι οἱ προκείμενοι στοιχεῖ ἡμῖν ἡ παροῦσα ἀπόδειξις
τῶν πέντε ὀβρύζων νομισματίων ἀπὸ κερατίων εἴκοσι
τριῶν Ἀλεξανδρείας ὡς πρόκειται †
† δι εμυ ιοαννυ ……… διʼ ἐμοῦ Ἰωάννου
[v]
[…]λαστ… … γενομένη ὑπὸ Αὐρηλίων Νααραῦ μείζονος υἱοῦ Ἀβρααμίου καὶ Σερήνου
υἱοῦ Γεωργίου καὶ Νααραῦ κεφαλαιωτῶν τοῦ ἀναλώματος υἱοῦ Μηνᾶ τοῦ καὶ Παρεὺ καὶ Κυριακοῦ υἱοῦ Ἀπολλὼ καὶ Ἀπαὸλ υἱοῦ
Ποῦσι εἰς τὸν αἰδέσιμον
Πέτρον γραμματέα υἱὸν Λαήου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.