no image
DDbDP-text
Sale of a share of a pastophorion in the temple at Pathyris. A notarial contract of sale in which two priests of Souchos and Aphrodite, Nechoutes and Petearsoeris, sons of Schotes, sell their quarter share of a priest's chamber (pastophorion) inside the temple enclosure at Pathyris to Pakoibis son of Patous for 3,000 bronze drachmas. A bank docket records payment of the 10 percent sales tax at Krokodilopolis. machine translation
Linked by Trismegistos ID
TM 115.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν φιλομητόρων
ἔτους ιϛ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Τῦβι ιη ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ
παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Νεχούτης Σχώτου τοῦ Φιμήνιος ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν νε μέσος ἢ ἐλάσσων μελίχρως μακροπρόσωπος
εὐθύριν ὑπόσκνιφος, καὶ Πετεαρσοῆρις Σχώτου τῶν αὐτῶν ἱερέων ὡς ἐτῶν ν μέσος ἢ ἐλασσων μελίχρως μακροπρόσωπος εὐθύριν
ὑπόσκνιφος, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς καὶ τοῖς ἀδελφοῖς παστοφορίου ὠκοδομημένου καὶ δεδοκωμένου καὶ
τεθυρωμένου ἐν τῷ ἀπὸ νότου μέρει τοῦ ἐν Παθύρει ἱεροῦ ἐντὸς τοῦ περιβόλου τὸ ἐπιβάλλον αὐτοῖς μέρος τέταρτον,
οὗ γείτονες νότου περίβολος τοῦ ἱεροῦ, βορρᾶ παστοφόριον Πατσεοῦτος τοῦ Φίβιος καὶ εἴσοδος, ἀπηλιώτου δρόμος, λιβὸς
παστοφόριον Πετεαρσεμθέωςτοῦ Ζμῖνος, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πακοῖβις Πατοῦτος ὡς ἐτῶν λ χαλκοῦ
δραχμῶν τρισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης καὶ ὁ σὺν
αὐτῷ οἱ ἀποδόμενοι, ὃν ἐδέξατο Πακοῖβις ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
ἔτους ιϛ Τῦβι λ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Παγκράτης δεκάτης ἐνκυκλίου
διʼ Ἀπολλωνίου τελώνου Πακοῖβις Πατοῦτος παστοφορίου ἐντὸς τοῦ
περιβόλου τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους τετάρτου, ὧν αἱ γειτνίαι δεδηλῶνται,
ὃν ἠγόρασεν παρὰ Νεχούτου τοῦ Σχώτου ἱερέως Σούχου καὶ Ἀφροδίτης χαλκοῦ Γ, τέλος τ.
Παγκράτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.