no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Sale of part of a house at Pathyris, with bank receipt for sales tax. A Greek contract registered at Pathyris in which Eunous, also called Nechoutes, sells the upper storey and basement of part of his house to Petesouchos son of Nechthanoupis for 2,000 bronze drachmas. A bank receipt from Krokodilopolis follows, recording payment of the sales tax on the purchase. machine translation
Linked by Trismegistos ID
TM 127.
Each record below describes this same artifact or text from a different angle.
[1]
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων
ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωὺθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Εὔνους ὃς καὶ Νεχούτης Πατσεοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος
εὐθύριν οὐλὴ ὀδόντι ἄνω ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ οἰκίας ᾠκοδομημένης καὶ ἐστεγασμένης τῆς
οὔσης ἐν τῷ ἀπὸ νότου καὶ ἀπηλιώτου μέρει τῆς ἐν Παθύρει κρήνης τὸ ἐν τῷ ἀπὸ λιβὸς μέρει ὑπερῷον α καὶ
τὸ ἐν ταύτῃ κατάγαιον ἧς γείτονες· νότου οἰκία Ὀρσηοῦς τοῦ Ὥρου βορρᾶ καὶ ἀπηλιώτου τὸ λοιπὸν τῆς Εὐνόου
οἰκίας λιβὸς ῥύμη ἐφ ᾧ ἀνοίξει τὴν θύραν εἰς τὴν Ὀρσηοῦς οἰκίαν ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο
Πετεσοῦχος Νεχθανούπιος ὡς ἐτῶν λ χαλκοῦ δραχμὰς δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ
τὴν ὠνὴν ταύτην πάντων Εὔνους ὃς καὶ Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεσοῦχος ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[2]
ἔτους ιϛ Φαρμοῦθι κα τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς
Πανίσκος ι ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ πρὸς
τῆι ὠνῇ διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς
ὠνὴν Πετεσοῦχος Νεχθανούπιος ἥμισυ οἰκίας
ᾠκοδομημένης καὶ τεθυρωμένης ἐν τῆι κρήνῃ Παθύρεως ὃν ἠγόρασεν
παρʼ Εὐνουσος τοῦ Πατσεοῦτος πρὸς χαλκοῦ δραχμὰς Β
τέλος οὗ ἀλλαγὴ δραχμὰς ρ γίνονται δραχμαὶ ρ.
Πανίσκος τραπεζίτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.