no image
DDbDP-text
Letter from Abraamios, Apa Menas and Kalapesios to Bishop Petros abroad. A Christian letter from Abraamios, Apa Menas and Kalapesios to their spiritual father, Bishop Petros, who is living away from home. They rejoice at news that he has found a good place and care, pray for his safe return, and pass on greetings from the doorkeeper Ioak. It dates to the 6th-7th century AD and comes from the Thebaid. machine translation
Linked by Trismegistos ID
TM 38222.
Each record below describes this same artifact or text from a different angle.
[r]
† πρὸ πάντων γράφω προσκυνῶν καὶ ἀσπαζόμενος τὰ τίμια ἴχνη τῶν ποδῶν τῆς ὑμετέρας
πατρικῆς ἁγιωσύνης καὶ εὐχόμενος αὐτὴν ὑγιαίνειν ἐπὶ μήκιστον χρόνον ὑπερευχομένην
ἡμῶν ἀναξίων ὄντων ὑμῶν. μαθόντες δὲ ἐκ τῶν γραμμάτων ὑμῶν τὴν ὑγίειαν ὑμῶν καὶ τὴν
κατάστασιν ἐπλήσθημεν χαρᾶς δίοτι ἡσύχως ηὕρατε καλὸν τόπον καὶ τὴν θεραπείαν
ὑμῶν, καὶ οὐ παυόμεθα εὐχόμενοι νύκτα καὶ ἡμέραν ὑπὲρ τῆς σωτηρίας ὑμῶν ἕως οὗ ὁ θὲος
ἐνέγκῃ ὑμᾶς ἐνταῦθα καὶ αὐτοπροσώπως προσκυνήσωμεν τοὺς πόδας ὑμῶν. καὶ γὰρ καὶ ἐὰν
ἔστε ἐπὶ ξένης διπλοῦν μισθὸν ἀποδίδωσι ὑμῖν ὁ θεὸς δεσπότης. πολλὰ δὲ προσκυνεῖ ὑμᾶς Ἰουὰκ
ὁ θυρωρὸς ὁ ὑμέτερος δοῦλος. † ἡ ἁγία τριάς. †
[v]
† δεσπότῃ ἡμῶν τῷ πάντων ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατρὶ πνευματικῷ ἀββᾷ Πέτρῳ ἐπισκόπῳ
† Ἀβραάμιος ἄπα Μηνᾶς καὶ
† Καλαπήσιος ὑμέτεροι δοῦλοι. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.