no image
DDbDP-text
[r]
ἔτους ιβ Ἐπεὶφ ι. ὑπόμνημα Τεῶι βασιλικῶι γραμματεῖ.
Ἄμωσις κωμογραμματεὺς Ἀπολλωνιάδος Τεῶι χαίρειν.
τοῦ δοθέντος ἡμῖν προσαγγέλματος παρʼ Ἡράκωντος τοῦ προεστηκότος
τῶν Πειθολάου ὑποτέθεικά σοι τὸ ἀντίγραφον ὅπως εἰδῇς.
ἔρρωσο ιβ Ἐπεὶφ θ.
προσάγγελμα Ἀμώσει κωμογραμματεῖ κώμης Ἀπολλωνιάδος παρὰ
Ἡράκωντος τοῦ προεστηκότος τῶν Πειθολάου. ἐπελθόντες τῆι[…]
τοῦ Ἐπεὶφ ἐπὶ τὸν παράδεισον τοῦ προγεγραμμένου Πειθολάου ὄντα
περὶ τὴν προγεγραμμένην κώμην Θεόφιλος Δωσιθέου Φιλιστίων […]
καὶ Τίμαιος Τελούφιος οἱ τρεῖς Ἰουδαῖοι τῆς ἐπιγονῆς ἐξετρύγησαν
ἀμπέλους ι καὶ Ὥρου τοῦ φύλακος ἐκδραμόντος ἐπʼ αὐτοὺς κακοποιήσαντες αὐτὸν ἔτυπτον εἰς ὃ ἔτυχον μέρος τοῦ σώματος καὶ ἀφείλοντο ἀμπελουργικὸν δρέπανον. τυγχάνουσι δὲ οἱ προγεγραμμένοι λῃσταὶ ἐν
Κερκεοσίρει κατοικοῦντες εἰκάζω δὲ τὰ τετρυγημένα εἰς οἴνου μετρητὰς ϛ.
[v]
ἔτους ιβ Ἐπεὶφ ι περὶ
ἀμπελῶνος Πειθολάου τετρυγημένου
βασιλικῶι γραμματεῖ
ΤεῶιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.