no image
DDbDP-text
Μίλωνι τῶι παρὰ
Εὐφρονίου πράκτορι
ἱερῶν παρὰ Πινύριος
τοῦ Ἐστφήνιος καὶ
Ψινταῆτος μικροῦ
Ἐστφήνιος. ἐπειδὴ ἐπράθη ἡμῶν γῆ, ἣ ἦν ἐν
Ψεβτομιτ τοῦ Ἀπολλωνοπολίτου,
ἀρούρας λ πρὸς ἐγγύην, ἣν ἐνεγυησάμεθα εἰς ἔκτισιν
Ἐστφῆνιν Πινύριος, εἰς ἃ
προσωφείλησεν πρός τε τὰ
βύσσινα καὶ τὴν πρόσοδον
τοῦ ἱεροῦ τοῦ κγ ἔτους, ὁμοίως δὲ
καὶ Βερενέβθις πρὸς τὸ αὐτὸ
βυσσίνων ὀθονίων τοῦ ιθ ἔτους
καὶ β ἔτους ἀργυρίου δραχμὰς τκ,
ἀξιοῦμέν σε, ἐπειδὴ ἐν ταῖς
κατὰ τὸ διάγραμμα ἡμέραις
τετάγμεθα τὸ ἀργύριον καὶ
τοὺς τόκους ἐπὶ τὴν βασιλικὴν
τράπεζαν, καλῶς ποιήσεις δοὺς
ἡμῖν τὴν ἐπίλυσιν.
τούτου δὲ γενομένου ἐσόμεθα
οὐκ ἠδικημένοι.
ἔρρωσο ἔτους κε Φαῶφι ιθ
[… 3 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.