Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hal.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κων ρη ν ηται σα ιτι ον τη α γε α να γον μμα βαι υδε ψευδομαρτυρίου· ὁ μαρτυρίας ἐπιλαμβανόμενος ἐπιλαμβανέσθωἐπιλααμβανέσθω παραχρῆμα, ὅταν ἡ γνῶσις ἀνα γνωσθῆι παρὰ δικαστῶν ἢ διαιτητῶν ἢ κριτῶν, ἐπιλαμβανέσθω ἐπιλαμβανέσθω δὲ πάντων τῶν τὰ αὐτὰταυτὰ μαρτυρησάντων καὶ λαβὼν ἀν τίγραφα τῆς μαρτυρίας, ἐὰν βούληται, γραφέσ θω δίκην αὐθημερὸν ἢ τῆι ἑπομένηι ἡμιολίου τοῦ τιμήματος τοῦ ἐν τῶι ἐνκλήματι ὄντος. ἐξέστω δὲ καὶ μέρους τῆς μαρτυρίας ἐπιλα βέσθαιἐπιλαβέσται, ἐμφανιζέτω δὲ ἐν τῶι ἐνκλήματι, οὗ ἂν ἐπιλάβηται μέρους. ἐὰν δέ τις ἑτέρου μέρους ἐὰν δέ τις μὴ εὑρίσκηι τοὺς μαρτυρήσαν τας, διδότω τὸ ἔνκλημα τῶι παρασχομένωι. τῶι δὲ παρὰ τὰ γεγραμμένα ποιοῦντι μὴ εἰσαγώ γιμος ἡ δίκηδικε ἔστω. τὰ δὲ δικαιώματα τῆςτη δίκης, ἐφʼ ἧς ἄν τις μαρτυρίας ἐπιλάβηται, ἀπὸ μὲν τοῦ δικαστηρίου ἐπιφερέτω ὁ εἰσαγωγεὺς ἐπὶ τὴν τοῦ ψευδομαρτυρίου, ἀπὸ δὲ τῶν διαιτη τῶνδιατητῶν ὁ παρὰ τοῦ νομοφύλακος καθεστώςκαθιστώς, ἐν οἷς δὲ κριτηρίοις εἰσὶεἰς γραμματεῖς, οὗτοι ἐπιφερέ τωσαν. ἐὰν δέ τις καταδικασθείσης αὐτοῦ δί κης ἐπιλαβόμενος τῶν μαρτύρων γράψηται δίκην κατὰ τὸ διάγραμμα, ἐνγύους μὲν παρʼ αὐτοῦ λαμβανέτω ὁ πράκτωρ ἢ ὁ ὑπη ρέτης παραμονῆς, τὴν δὲ πρᾶξιν τὴν δὲ πρᾶξιν μὴ συντελείτω, ἕως ἂν ἡ τοῦ ψευ δομαρτυρίου δίκη συντελεσθῇ, καὶ ἐὰνἐμ μὲν καὶ ἐὰνἐὰμ μὲν νικᾶι τοὺς μάρτυρας, ἀφείσθω τῆς καταδίκης καὶ ἡ διενγύησις ἄκυρος ἔστω, οἱ δὲ μάρτυρες εἰσπρασσέσθωσαν· ἐὰν δὲ ἐν δὲ ἡσσηθῆι, συντελείτω ὁ πράκτωρ ἢ ὁ ὑ πηρέτης τὴν πρᾶξιν. ἐὰν δέ τιςτιν ἀποδι κασθείσης αὐτῶι δίκης ἐπιλάβηται τῶν μαρτύρων καὶ γραψάμενος δίκην ψευδομαρ τυρίου νικήσηι, οἵ τε μάρτυρεςμάρτυρης τὴν κατα δίκην εἰσπρασσέσθωσαν κατὰ τὸ διάγραμ μα καὶ ὁ παρασχόμενος αὐτοὺς ἀποτινέτω τῶι νικήσαντι τό τε τίμημα τῆςτηι ἀποδικα σθείσηςαποδικασθεισηι δίκηςδικηι, ἐφʼ ἧς παρέσχετο τοὺς μάρτυρας, καὶ τὸ ἐπιδέκατον ἢ ἐπιπεντεκαιδέκατον. ἐὰν δὲ ἀμφότεροι οἱ ἀντίδικοι ἐπιλαβόμενοι τῶν μαρτύρων καταδικάσωνται τοῦ ψευδομαρτυρίου, οἱ μὲν μάρτυρες τὰς κατα δίκας εἰσπρασσέσθωσαν κατὰ τὸ διάγραμμα, ἡ δὲ ἐξ ἀρχῆς κρίσις κυρία ἔστω, ἐὰν μὴ ἔκκλη τος γένηται. ἐξέστωἐξέσθω δὲ ἀπολογεῖσθαιἀπολογεῖσθα καὶ τῶι παρασχομένωι τὸντὸμ μάρτυρα. οἱ δὲ τὰς τῶν ἀποδήμωνἀποδέμων ἢ ὑπὲρ ὧν ἄλλοι ἐνόμνυν ται μαρτυρίας παρασχόμενοι ὑπόδικοι ἔστωσαν αὐτοὶ τοῦ ψευδομαρτυρίου καὶ γραφέσθωσανγραφέστωσαν οἱ ἀντίδικοι τὰς δίκας τοῖς παρασχομένοις αὐτούς. ἐὰν δέ τις κρινό μενος ἐπὶ δικαστηρίου ἢ ἐπὶ κριτηρίου μαρτυρίας παράσχηται ἐνομωμοσμέ νας παρά τινος τῶν ὄντων ἑτέρωι τόπωι ἐκ τοῦ πολιτικοῦ νόμου· φυτεύσεως καὶ οἰκο δομίας καὶ βαθυορυ γῆς ἐάν τις ὀφρύγην παρὰ ἀλλότριον χω ρίον οἰκοδομῆι, τὸν ὅρον μὴ παραβαινέτωπαραφαινέτω. ἐὰν δὲ τειχίον ἢ οἴ κημα ἔξω τοῦ ἄσ τεως, ἐὰνἐὰμ μὲν τει χίον, πόδα Ἰσόχρυσος Σάν δου ἀπολειπέτω, ἐὰν δὲ οἴκημα, δύο πόδας· ἐὰν δὲ ἐντὸς τοῦ ἄστεως οἰκοδομῆι θω τῶν ἀναλισκομένων ἢ ἀπολειπέτω τὸ ἥμισυἥμυσυ ὧν γέγραπται ἀπολείπειν τοὺς ἔξω τοῦ ἄστεως οἰκοδομοῦντας. ἐὰν δὲ τάφρον ὀρύσσηι ἢ βόθυνον ὀρύσσηι, ὅσον ἂν τὸ βάθος ἦι, τοσοῦτον ἀπολείπειν, ἐὰν δὲ φρέαρ, ὀργυάν, ἐλάαν δὲ καὶ συκῆν φυτεύοντα ἐννέα πόδας φυτεύειν ἀπὸ τοῦ ἀλλοτρίου, τὰ δʼ ἄλλα δένδρη πέντε πόδας. ἐὰν δὲ παρὰ ταῦτα φυ τεύσηι, ἐξορυσσέτω ἡμερῶν ἀφʼ ἧς ἂν προείπηι ὁ ἀδικούμενος, ἐὰν δὲ ὀρύξηι, ἀνομοιούτω· ὁ δὲ μὴ ποιῶν κατὰ τὰ γεγραμμένα ὑπόδικος ἔστω τοῦ βλάβους, ἐξέστω δὲ τῶι ἀδικουμένωι καθαιρεῖν τὰ ᾠκοδομημένα καὶ η πεφυτευμένα καὶ ἀνομοιοῦν τὰ ἐωρυγμένα ἀζημίωι ὄντι. βα ἔξω τοῦ ἐργασίμου, μηδὲ ἐάν τις ἐν τῶι ἐργασίμωι ὀρύξηιρα καθεν μηδὲ α στεγαζέτω, ἢ ὑπόδικος ἔστω τῶι ἀδικουμένωι κ τοῦ πολιτικοῦ νόμουπ τάφρων τμήσεως καὶ ἀνακαθάρεως. ἐάν τις βούληται τάφρον τεμέσθαι καινὴν ἢ παλαιὰν ἀνά γαγεῖν, τοῖς γείτοσιν τοῦ χωρίου καὶ συμβαλλέσθω τὸ μέρος ἕκαστος εἰς τὸ ἀνάλωμα, τοῦ δὲ χοὸς τοῦ ἐξορυσσομένου τὸ ἥμισυἥμυσυ ἑκατέρωσε ἀναβαλλέτω· ὃς δὲ ἂνἂμ μὴ βούληται συμ βαλέσθαι, τὸν μὲν χοῦν τὸν κατʼ αὐτὸν ὁ τέμνων ἢ ἀνάγων εἰς τὸ χωρίον ἀναρριπτέτω εἰς ὁπότερον ἂν βούληται, τοῦ δὲ ἀναλώματος τὸ διπλοῦν πραξάσθω δίκηι νικήσας. ὧι δʼ ἂν τοῦ αὑτοῦ χωρίου τά φρος , συμβαλλέσθωσαν αὐτῶι εἰς τὴν ἀνακάθαρσιν τῆς τάφρου κατὰ μέρος ἕκαστος τῶι δʼ ἀνακαθαίροντι ὑπόδικος ἔστω ὁ μὴ συμβαλλόμενος τριπλασίου τοῦ ἀναλώματος, ἐὰν δίκηι νικηθῆι. ἐὰν δέ τις γραψάμενος δίκην τς ἢ πληγῶν ἡσσηθῆι, προς προσαποτι νέτωπροσαποτινετω τῶι νικήσαντι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης καὶ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης πρα ξάτω καθάπερ ἐκ δίκης ἐκ τῶν ὑπαρχόντων, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ σώματος. ὅσοι δʼ ἂν γραψάμενοι δίκας ἢ αἰκισμοῦ ἡσσηθῶσιν, προσαποτινέτωσαν τοῖς νικήσασιν τὸ πέμπτον μέρος τοῦ τιμήματος τῆς δίκης, πραξάτω δὲ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης ἐκ τῶν ὑπαρχόντων καθάπερ ἐκἐγ δί κης, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ σώματος. ἐὰν δέ τινες μὴ ἐν τοῖς αὐτοῖς δικαστηρίοις γράψωνται δί κας ἀλλήλοις, κληρούσθωσαν τούτοιςτουετοις δικασταὶ ἐξ ἑκατέρων τῶν δικαστηρίων οἱ ἴσοι καὶ μὴ πλείους ἔστωσαν τῶν δέκα καὶ ἔστω αὐτῶν ὁ λαχὼν πρόεδρος, εἰσαγέσθω δʼ ἀεὶ ἡ πρώτη λαχοῦσα πρώτη. ἐὰν δὲ τῆι αὐτῆι ύσθωσαν. κατὰ δὲ τῶν ἀπεσταλμένων ὑπὸ τοῦ βασιλέως δίκην μη θεὶς εἰσαγέτω μήτε κατʼ αὐτῶν μήτε κατὰ τῶν ἐνγύων, μηδὲ ὁ πράκτωρ μηδὲ οἱ ὑπηρέταιυπηρται παρα λαμβανέτωσαν τούτους. κατὰκὰ τὰ αὐτὰταυτὰ δὲ καὶ ἐάν τινες δίκας γράψωνται τοῖς ἐν τῆι ἀποσκευῆι ἢ ἐν τοῖς ἐγγύοις αὐτῶν περὶ ἐνκλημάτων γεγενημένων ἐν ν οἷς ἐπεδήμουν χρόνοις οἱ καταλιπόντες αὐτοὺςἀτοὺς μὴ εἰσαγέσθωσαν, ἐὰνἐὰμ μὴ ὦσιν ὄντες τῆς ἀποσκευ ῆς τὸ δίκαιον εἰληφότες παρά τινων περὶ ἐνκλη μάτων γεγενημένων ἐν τοῖς αὐτοῖς χρόνοις, κατὰ δὲ τούτων εἰσαγέσθω. ἐὰν δέ τινεςτινων φάσκωσινφασκοντων εἶναι τῆς ἀποσκευῆς, οἱ δικασταὶ περὶ τούτου διαγινωσκέτω σαν καὶ ἐὰν γνωσθῶσιν ὄντες τῆς ἀποσκευῆς καὶ τὰτὲ ἐν κλήματα φαίνηταιφαινεται γεγενημένα ἐπιδημούντων τῶν καταλιπόντων καὶ τὸ δίκαιον μὴ ὦσιν κατὰ τὰ γε γραμμένα εἰληφότες παρά τινων, αἱ μὲν δίκαι ὑπερβόλι μοι ἔστωσαν, ἕως ἂν οἱ καταλιπόντες αὐτοὺς παραγέ νωνται, τὰ δὲ ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα κομι ζέσθωσαν οἱ θέντες. ὅσοι δ’ ἄν ἐνκαλῶσιν τοῖς ἐν τῆι ἀποσκευῆι οὖσιν ὡς ἠδικημένοι ἐν οἷς χρόνοις ἀπεδή μουν οἱ καταλιπόντες αὐτοὺς ἢ οἱ ἐν τῆιταις ἀποσκευ ῆι ἑτέροις φάμενοι ἠδικῆσθαι ἀφʼ οὗ χρόνου κατελίπη σαν, κρινέσθωσαν ἐπὶ τοῦ ἀποδεδειγμένου κριτηρίου. ἐὰν δέ τινες γραψάμενοι δίκας ἀποστέλλωνται ὑπὸ τοῦ βασιλέως πρὸ τοῦ εἰσαχθῆναι αὐτοῖς τὰς δίκας, τὰ μὲν ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα ἐὰν βούλωνται, ἀναιρείσθω σαν, αἱ δὲ δίκαι ὑπερβόλιμοι ἔστωσαν, ἕως ἂν παραγένωνται· μὴ εἰσαγέσθωσαν δὲ, πρὶν τὰ ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα κεκο μισμένοι. ἐὰν δὲ α γραψάμενοι δίκας πρὸ τοῦ εἰσαχθῆναι ἀποστέλλωνται ὑπὸ τοῦ βασιλέως, ὑπερβόλιμοι ἔστωσαν καὶ τούτοις κατὰ τὰ αὐτάταυτά, ἕως ἂν ἐπανέλθωσιν. τῶν δὲ τῶν δὲ ἐν τῶι στρατιωτικῶι τεταγμένων ὅσοι ἂν ἐν Ἀλεξανδρείαι πεπολιτογραφημένοι ἐνκαλῶσιν περὶ σιταρχιῶν καὶ σιτομετριῶν καὶ παραγραφῶν τῶν ἐκ σιταρχίαςἐξιταρχίας ἢ σιτομετρίας γινομένων, ἐὰν καὶ οἱ ἀντίδικοι ἐν τῶι στρατιω τικῶι ὄντες πεπολιτογραφημένοι ὦσιν, λαμ βανέτωσαν τὸ δίκαιον καὶ ὑπεχέτωσαν ἐν τοῖς ξενικοῖς δικαστηρίοις καὶ αἱ πράξεις ἔστω σαν κατὰ τὸ διάγραμμα. βασιλεὺς Πτολεμαῖος Ἀντιόχωι χαίρειν. περὶ τῆς σταθμοδοσίας τῶν στρατιωτῶν ἀκούομεν πλείω τινα βίαν γίνεσθαι τὰς καταλύσεις παρὰ τῶν οἰκονόμων οὐ λαμβανόντων, ἀλλʼ αὐτῶν εἰς τὰς οἰκίας εἰσπηδώντων τοὺς ἀνθρώπους ἐγβάλλοντας βίαι ἐνοικεῖνἐνοικῖν. σύνταξον οὖν, ὅπως τοῦ λοιποῦ μὴ γίνηται τοῦτο, ἀλλὰ μάλιστα μὲν αὐτοὶ στεγανομείσθωσανστεγνοποιείσθωσανστεγνοπιεισθωσαν. εἰ δὲ ἄρα δεῖ αὐτοῖς σταθμοὺς δίδοσθαι παρὰ τῶν οἰκονόμων, διδότωσαν αὐτοῖς τοῦς ἀναγκαίους, καὶ ὅταν ἀπολύωνται ἐκ τῶν σταθμῶν, ἀναποιήσαντες ἀφιέτωσαν τοὺς σταθμοὺς καὶ μὴκη καταλιπέτωσανκαταχρήσθωσανκαταχρήστωσαν, ἕως ἂν πάλιν παραγένωνται, καθάπερ νῦν ἀκούομεν γίνεσθαι, ὅταν ἀποπορεύωνται, ἀπο μισθοῦν αὐτοὺς καὶ ἀποσφραγισαμένουςἀποταμένους τὰ οἰκήματα ἀποτρέχειν. μάλιστα δὲ προνόησον Ἀρσινόης τῆς κατὰ Ἀπόλλωνος πόλιν, ὅπως, ἐὰν παραγένωνται στρατιῶται, μηθεὶς ἐπισταθμεύσηι, ἀλλὰ καὶ ἐν Ἀπόλ λωνος πόλει διατρίβωσιν. ἐὰν δέ τι ἀναγκαῖον ἦι ἐν Ἀρσινόηι καταμένειν ἑαυτοῖςκαταμενοισ οἰκίδια ἀναπλασσέτωσαν, καθάπερ καὶ οἱ πρότερον παραγενόμενοι ἐποίησαν. ἔρρωσο. σιδήρου ἐπαντάσεως. ἐὰν ὁ ἐλεύθερος τῶι ἐλευθέρωι ἐπανατείνηται σίδηρον ἢ χαλκὸν ἢ λίθον ἢ ἢ ξύλον, ρ δραχμὰς ἀποτεισάτω, ἐὰν δίκηι ἡσσηθῆι. ἐὰν δὲ ὁ δοῦλος ἢ ἡ δούλη τούτων τι ποιήσηι τῶι ἐλευθέρωι ἢ τῆι ἐλευθέραι, μαστιγούσθω μὴ ἔλασσον ρ πληγῶν ἢ τὴν ζημίαν διπλασίαν ἀποτεισάτω ὁ δεσπότης τοῦ ποιή σαντος τῶι παθόντι ἢ ἣ τῶι ἐλευθέρωι γέγραπται, ἐὰν δίκηι νικηθηῖ. μεθύοντος ἀδικιῶν. ὅταν τις τῶν εἰς τὸ σῶμα ἀδικημάτων μεθύων ἢ νύκτωρ ἢ ἐν ἱερῶι ἢ ἐν ἀγορᾶι ἀδικήσηι, διπλασίαν τὴν ζημίαν ἀποτεισάτω τῆς γεγραμμένης. δούλωι ἐλεύθερον πατάξαντι. ἐὰν ὁ δοῦλος ἢ ἡ δούλη πατάξηι τὸν ἐλεύ θερον ἢ τὴν ἐλευθέραν, μαστιγούσθω μὴ ἔλασσον ρ πληγῶν ἢ τὴν ζημίαν διπλασίαν ἀποτεισάτω ὁ δεσπότης ὑπὲρ τοῦ δούλου ἢ ἣν τὸν ἐλεύθερον γέγραπται ἀποτεῖσαι, ἐὰν ὁμολογῆι. ἐὰν δὲ ἀμφισβητῆι, γραφέσθω μιᾶς πληγῆς δίκην ρ δραχμῶν, ἐὰν δὲ ὄφληι, τριπλοῦν ἀτίμητον ἀποτεισάτω περὶ δὲ πλειόνων πληγῶν τιμησάμενος δικασάσθω, ὅτι δʼ ἂν τὸ δικαστήριον τιμήσηι, τοῦτο τριπλοῦν ἀποτεισάτω. πληγῆς ἐλευθέροις. ἐὰν πατάξηι ὁ ἐλεύθερος ἢ ἡ ἐλευθέρα τὸν ἐλεύθερον ἢ τὴν ἐλευθέραν ἄρχων χειρῶν ἀδίκων, ρ δραχμὰς ἀποτεισάτω ἀτιμήτους, ἐὰν δίκηι νικηθῆι. ἐὰν δὲ πλείονας πληγῆς μιᾶς πατάξηι, τιμησάμενος τὰς πληγὰς δικασάσθω, ὁπόσου δʼ ἂν τιμήσηι τὸ δικαστήριον, τοῦτο διπλοῦν ἀποτεισάτω. ἐὰν δέ τίς τινα τῶν ἀρχόντων πατάξηι τάσσοντα, ὧν τῆι ἀρχῆι γέγραπται τάσσειν, τριπλάσια τὰ ἐπιτίμια ἀποτεισάτω, ἐὰν δίκηι νικηθῆι. ὕβρεως. ἐάν τις καθυβρίσηι ἕτερος ἑτέρου τῶν ἀγράφων, ὁ τα μενος τιμησάμενος δικασάσθω, προσγραψάσθω δὲ ὀνομαστί, τί ἂν φῆι ὑβρισθῆναι καὶ τὸν χρόνον ἐν ὧι ὑβρίσθη. ὁ δὲ ὀφλὼν διπλοῦν ἀποτεισάτω, ὃ ἂν τὸ δικαστήριον τιμήσηι. ὅρκος νόμιμος. ὅταν τις ὁρκίζηι, ὀμνύτω ὁ ὁρκιζόμενος ἐν τῆι ἀγορᾶι ἐπὶ τοῖς ὁρκωτηρίοις καθʼ ἱερῶν σπένδων, τὰ δὲ ὅρκια παρεχέτω ὁ ἐπικαλῶν. ὀμνύτω δὲ Δία Ἥραν Ποσειδῶ. ἄλλον δʼ ὅρκον μηδένα ἐξέστω ὀμνύναι μηδὲ ὁρκίζειν μηδὲ γενεὰν παρίστασθαι. περὶ τῶν πολιτῶν ὅπως μὴ δουλεύωσιν. ὁ Ἀλεξανδρεὺς τῶι Ἀλεξανδρεῖ μὴ δουλευέτω μηδὲ ἡ Ἀλεξανδρὶς τῶι Ἀλεξανδρεῖ μηδὲ τῆι Ἀλεξανδρίδι. εἰς μαρτυρίαν κλῆσις. εἰς μαρτυρίαν καλείσθω ἐναντίον δύο κλητόρων παρόντα ἀγορεύωνἀγορευοντα καθʼ ἓν ἕκαστον ὅτι ἂν δέηι μαρτυρεῖν. ὁ δὲ καλεσάμενος γραφέτω τὴν μαρ τυρίαν εἰς πινάκιον, ὁ δὲ κληθεὶς μαρτυρείτω ἐπὶ τῆι ἀρχῆι καὶ ἐπὶ τῶι δικαστηρίωι ἐφʼ οἷς παρῆν ἢ εἶδεν ὀμόσας τὸν νόμιμον ὅρκον ἀληθῆ μαρτυρεῖν τὰ ἐν τῶι πινακίωι γεγραμμένα, ἄλλην δὲδι μὴ μαρτυρείτω. ἐὰν δὲ μὴ φῆι παρα παρεῖναι μηδὲ ἰδεῖν περὶ ὧν ἂν κελεύηι μαρτυρεῖν, ἐξομοσάσθω τὸν νόμιμον ὅρκον παραχρῆμα μήτε εἰδέναι μήτε παρεῖναι περὶ ὧν ἂν κληθῆι εἰς μαρτυρίαν. ἐὰν δὲ τῆς μαρτυρίας τὰ μὲν φῆι εἰδέναι, τὰ δὲ μή, ἃ μὲν ἂν φῆι συνειδέναι, μαρτυρείτω, ἃ δʼ ἂν φῆι μὴ συνειδέναι, ἐξομοσάσθω. θεσμοφυλακ vestiges β vestiges ἐνεχυρασία καὶ πο ἐὰν δὲ περὶ τ μὴ ἐξέστω ἐνεχυράζειν μηδὲ ὅταν τις ἀποθάνηι κατὰ τὸν νόμον τὸν ἀστυνομικὸν μηδὲ ἵππον δημοσιευέτωσαν. ἐὰν δέ τις ἐνεχυράσηι, ἀναγρα φέτωσαν οἱ θεσμοφύλακες τὴν ἐνεχυρασίαν. ὡς δὲ ἂν ἥλιος δύηι, μηδὲ εἷς ἐνεχυραζέτω μηδὲ πρὶν ἥλιον ἀνατέλλειν, ἢ ὑπόδικοι ἔστωσαν οἱ ηες τῆς ψευδενεχυρασίας. γῆς καὶ οἰκίας καὶ οἰκοπέδων ὠνή. ἐάν τις γῆν ἢ οἰκίαν ἢ οἰ κόπεδα ὠνῆται παρʼ οὑτινοσοῦν ἢ πωλῆι ᾡτινιοῦν τοῖς ταμίαις τῶν μὲν ἑκατὸν δραχμὰς ἐντὸς ν. ἔστω δὲ τοῦτο ἱερὸν Ἀλεξάνδρωι. οἱ δὲ ταμίαι ἀναγρα φόντωσαν τὰς ὠνὰς κατὰ δήμους καὶ κατα τῶι τοῦ ἀποδομένου δήμωι, ἐγγράφοντες πρῶτονπρῶτομ μὲν τοῦ ἀποδομέ νου τὸ ὄνομα πατριαστὶ καὶ δήμου, ἔπειτα δὲ τὸ τοῦ πριαμένου κατὰ τὰ αὐτὰταυτὰ καὶ τὸντὸμ μῆνα καὶ τὴν ἡμέραν, ἧι ἂν ἀπο λάβωσιν, καὶ ὅτι ἂν ἀγοράσηι ὀνομαστὶ καὶ ὅπου ἂν κέηται καὶ ἐάν τινα ἐπωνυμίαν ὁ χῶρος ἔχηι, ἐπιγράφοντες καὶ τοὺς γείτονας, ἐὰνἐὰμ μὲν πλείονες ὦσιν, πάντας. εἰ δὲ μή, , ἐπει δὰν δὲ δῶι τὸ ἀμφούριον ὁ πωλῶν καὶ ἀπο μὴ ἔστω αὐτῶι πρὸς τὸν πριάμενον δίκη μηδέ τις εἰσαγέτω περὶ τῆς γῆς ἢ τῆς οἰκίας ἢ τῶν οἰκοπέδων. τοῖς δὲ μένοις μὴ κυρία ἔστω ἡ ὠνὴ μηδὲ ἡ προθεσμία ἐὰν δέ τι τῆς τιμῆς μὴ κομίσηται, ὑπογραφέσθω πρὸς τὸ ὀφειλόμενον ἢ συνγραφὴν συνγραφέσθω καινὴν ἢ μὴ ἔστω αὐτῶι κομιδή. Ἀπολλώνιος Ζωίλωι χαίρειν. ἀφείκαμεν τούς τε διδασκάλους τῶν γραμμάτων καὶ τοὺς παιδοτρίβας καὶ τοὺς τὰ περὶ τὸν Διόνυσον καὶ τοὺς νενικηκότας τὸν πενθετηρικὸνἈλεξάνδρειον ἀγῶνα καὶ τὰ Βασίλεια καὶ τὰ Πτολεμαῖα, καθάπερ ὁ βασιλεὺς προστέταχεν, τοῦ ἁλὸς τὸ τέλος αὐτούς τε καὶ οἰκείουςἐκγόνους. ἔρρωσο. ἔτους

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.