Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hamb.1.15

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλαίου Φαῶφι γ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Τιτολήϊος ὁ καὶ Ἰσίδωρος ὡς ἐτῶν καὶ Τιτολήϊος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ὀφρύιὀφρύει δεξιᾷ ἀμφότεροι Ἀντινοεῖς Σαβείνιοι οἱ καὶ Ἁρμονιεῖς καὶ Κυρίλλα ὡς ἐτῶν εἴκοσι τριῶν ὑπόστραβος καὶ Τιτανία ὡς ἐτῶν , οἱ τέσσαρες Λογγείνου τοῦ καὶ Σαραπίωνος τοῦ Ἰσιδώρου, αἱ δὲ γυναῖκες ἑκατέρα μετὰ κυρίου τοῦ ἀνδρός, ἡ μὲν Κυρίλλα Σωκράτους Θέωνος τοῦ Πτολεμαίου ἀπὸ ἀμφόδου Ἀράβων ὡς ἐτῶν , ἡ δὲ Τιτανία Ἀμμωνίου υἱοῦ Κλαυδιανοῦ τοῦ καὶ Πτολεμαίου ἀρχιερατεύσαντος τῆς Ἀρσινοϊτῶν πόλεως ὡς ἐτῶν τεσσεράκοντα πέντε ἀσήμου, Ἀντωνίᾳ Θερμουθαρίῳ χωρὶς κυ ρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ ὡς ἐτῶν τεσσεράκοντα ἓξ ἀσήμῳ πεπρακέναι αὐτῇ τοὺς ὁμολογοῦντας κατὰ τήνδε τὴν ὁμολογίαν καὶ διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθή κης ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτοῖς κοινῶς ἐξ ἴσου ἐν κώμῃ Φιλαδελφείᾳ ἥμισυ πέμπτον δέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον ἕκτου μέρους οἰκίας καὶ χρηστηρίων ἐπὶ τοῖς οὖσι τῆς ὅλης μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορίοιςφωσφορίαις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειανσυνήθιαν· ἧς γείτονεςγίτονες καθὼς ἐκ συμφώνουἐξυμφώνου ὑπηγόρευ σαν νότου γορας τρία οἰκόπεδα, βορρᾶ ῥύμη βασιλική, ἀπηλιώτου ἔπαυλις πρότερον Ἀκύλα, λιβὸς ἑτέρων οἰκόπεδα. καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τῆς Ἀντωνίας Θερμου θαρίου τὴν συνπεφωνημένην τοῦ πεπραμένου αὐτῇ ὡς πρόκειται μέρους τῆς οἰκίας τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ἑκατὸν παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσεινβεβαιώσιν αὐτούς τε τοὺς ὁμολογοῦντας καὶ τοὺς παρʼ αὐτῶν τῇ ὠνησαμένῃ Ἀντωνίᾳ Θερμουθαρίῳ καὶ τοῖς παρʼ αὐτῆς τὸ αὐτὸ μέρος τῆς οἰκίας πάσῃ βεβαιώσειβεβαιώσι· ὃ καὶ παρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστονἀνεπιδάνιστον καὶ καθαρὸν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου μὲν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ λαογραφιῶν τῶν ἐν αὐτῷ φανησομένων ἀπογεγράφθαι μέχρι ἑτέρας ἀπογραφῆς εἰκονισμοῦ καὶ ἀπὸ ἰδιω τικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς καὶ μηδένα κωλύεινκωλύοντα τὴν Ἀντωνίαν Θερμουθάριον μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τοῦ αὐτοῦ μέρους τῆς οἰκίας καὶ τὰ ἐξ αὐτοῦ ἀπὸ τοῦ νῦν περιγεινόμενα ἀποφερομένους εἰς τὸ ἴδιον καὶ ἐξαλλοτριοῦντας καὶ διοικοῦντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν ὡς ἂνἐὰν αἱρῶνται. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῶσι οἱ ὁμολογοῦντες ἢεἲ μὴ παρέχωνται καθὰ γέγραπται, χωρὶς τοῦ αὐτὰ κύρια εἶναι καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάναι προσεκτείσουσι τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἀναλώματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰ ἴσα, τῶν δραχμῶν χωρουσῶν εἰς ἀπόδοσιν τῇ ἐνεστώσῃ ἡμέρᾳ Διονυσίῳ Πτολεμαίου δανειστῇδανιστῇ τῇ ἀποχῇ ἀκολούθως. Τιτολήϊος ὁ καὶ Ἰσίδωρος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι σὺν τοῖς ἀδελφοῖς μου τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὸτω ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτονπέπτον δέκατον μέρος ἕκτουμερωσκτου μέρους οἰ κίας καὶ χρηστηρίων ἐν κώμῃ Φιλαδελφείᾳ , ἧς γειτνίαι πρόκεινταιπροκιται, καὶ συναπέσχαμεν τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχωρήσαμεν τῷ προκιμένῳ δανειστῇδανιστῇ καὶ βεβαιώσομενβεβεώσωμεν πάσῃ βε βαιώσει ὡς πρόκειται. Τιτολήϊος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχον ἡμῖνἡμεῖν κοινῶς ἐξ ἴσου ἥμισυἥμισου πέμπτον δέκατον μέρος ἕκτου μέρους τῆς οἰκίας καὶ χρηστηρίων καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Ἀμμώνιος ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος χρηματιζούσης ὡς πρόκειται. Τιτανία νεωτέρα συνπέπρακα ὡς πρό κειται. Κυρίλλα ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος τοῦ ἕκτου μέρους τῆς ἐν κώμῃ Φιλαδελφείᾳ οἰκίας καὶ χρηστηρίων καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δρα χμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Σωκράτης Θέωνος ἐπιγέγραμμαι αὐτῆς κύριος. Κυρίλλα συνπέπρακα ὡς πρόκειταιπρώκιται. Διδᾶς ἐξηγητεύσας βουλευτὴς διʼ ἐμοῦ γραμματέως ἀποσυσταθέντος κατεχώρισα. ἔτους ιη Φαῶφι γι. stamp

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.