no image
DDbDP-text
Pachtzinsquittung via HGV-meta
Receipt for wheat rent on a 5-aroura allotment near Tebtynis. Copy of a receipt in which Kroniaina, acting with her kinsman as guardian, acknowledges that her lessee Epimachos has paid the rent of 2 1/2 artabas of wheat per year on her 5-aroura allotment near Tebtynis since Trajan's 8th year. It was drawn up at Tebtynis on 24 June 107, with her other rights under the lease preserved. machine translation
Linked by Trismegistos ID
TM 11437.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὁμολογίας. ἔτους δεκάτου
Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ
Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παῦνι λ
ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ
Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Κρονίαινα
Ἡρακλείδου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ
ποδὶ δεξιῶι μετὰ κυρίου τοῦ ἑαυτῆς
συνγενοῦς Π…εως Κρονίωνος ὡς
ἐτῶν τριάκοντα δύο οὐλὴ ὀφρύι δεξιᾷ
Ἐπιμάχωι Ἡρωδίωνος ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ δακτύλωι μικρῷ χειρὸς
ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ Ἐπιμάχου
τὰς ἑσταμένας αὐτῇ Κρονιαίνᾳ διʼ οὗ ἔχει
τοῦ Ἐπιμάχου ἀναφορίου τῶν ὑπαρχουσῶν
αὐτῇ περὶ Τεβτῦνιν κλήρου ἀρουρῶν
πέντε ἐτῶν τῶν ἀπὸ τοῦ ὀγδόου
ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου κατʼ ἔτος ἕκαστον πυροῦ ἀρτάβας δύο ἥμισυ
καὶ μὴ ἐπελεύσεσθαι αὐτὴν Κρονίαιναν περὶ
ὧν ἀπέσχηκεν μὴ ἐλαττουμένης δὲ
αὐτῆς ὑπὲρ τῶν ἄλλων τῶν διὰ τοῦ ἀναφορίου δεδηλωμένων καὶ ἐπὶ τὸν ἀπολείποντα διʼ αὐτοῦ ἐνιαύσιον χρόνον.
ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Μιλτιάδης Ἥρωνος
ὡς ἐτῶν …[…]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.