no image
DDbDP-text
[r]
Πετενοῦπις τοῖς
ἐν Τεβτύνει ἱερεῦσι
χαίρειν καὶ ἐρρῶσθαι.
μὴ λυπεῖσθε ἐπὶ
τοῖς συμβεβηκόσι
τῆι κώμηι. ὀμνύω
γὰρ πάντας θεοὺς
καὶ τὸν Σοκνοβτῦνιν
τὸν σώσαντά με
εἶ μὴν τότε μὴ
ἐπιγνῶναι, ἀλλὰ
παρʼ αὐτὴν τὴν
ὥραν μεταδοθῆναί
μοι ὑπὸ τοῦ στρατηγοῦ. διὸ καὶ ἐπεὶ
μεταδέδωκα τῶι
στρατηγῶι ὑπὲρ τοῦ
ἱεροῦ ὑμῶν, ὅπως
μηθὲν κακὸν συμβῆι,
καὶ τέθεικέ μοι μὴ
κακονοήσειν μηδὲ
τὴν κώμην ὁμοίως
μηδʼ ὑμᾶς ἀπὸ τοῦ τε
νῦν μὴ ἔχετε κακοὺς
παρʼ αὑτοῖς. ἐγὼ γὰρ
ὑπάρχων ὑμῖν οὐθὲν
κακὸν οὐ μὴ πάθητε.
ὥστε παρακαλῶ ὑμᾶς.
ἔρρωσθε. ἔτους … Φαμενὼθ κθ.
[v]
τοῖς ἐν Τεβτύνει
ἱερεῦσι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.