no image
DDbDP-text
Παρμενίωνι, εἰσαγωγεῖ τοῦ
ἐν Ἡρακλέους πόλει κληρωτοῦ δικαστηρίου, παρὰ
Μεγιστέως Μακεδόνος
τῶν Αὐτομέδοντος λοχαγοῦ.
τὴν ἀποδεδικασμένην
ἔρημον τὸ πρῶτον δίκην
ἐν τῶι ἐν Ἡρακλέους πόλει
κληρωτῶι δικαστηρίωι,
ἣν ἐγραψάμην …[…]ι
Μαχάτου Μακεδόνι τῆς
ἐπιγονῆς κατὰ συγγραφὴν
δανείου τιμῆς πυρῶν ἀρταβῶν ρ,
δραχμῶν τρισμυρίων ,
ἀναδικῶ ἐν ταῖς κατὰ τὸ
διάγραμμα ἡμέραις
καλεσάμενος τὸν ἀντίδικον
εἰς τὴν ἀναδικίαν …[…]…ν
κλητόρων Βίθυος Θραικὸς
τῶν Ἀντιμάχου π[…]καὶ
Βίθυος Θραικὸς τῶν
Διοσκουρίδου ἰδιώτου.
ἔτους κ Ξανδικοῦ ιβ.
ἦν δὲ Βίθυς ὡς ἐτῶν λα, μέσος,
μελίχρως, τετανός, ὑποχάροπος, ἐπίγρυπος·
Βίθυς ὡς ἐτῶν κε, μέσος, μελίχρως, τετανός, ὑποχάροπος,
ἔνσιμος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.