no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10763.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
[…]ἐν Τεβτύνει τῆς Πολέμωνος
μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ
Ἰσιδώρα Λυσιμάχου Περσείνη ὡς
ἐτῶν[…] οὐλὴ ὀφρύι ἀριστερᾷ μετὰ
κυρίου τοῦ ταύτης υἱοῦ Κρονίου τοῦ Λυσανίου ὡς ἐτῶν κη οὐλὴ τραχήλωι ἐξ
ἀριστερῶν καὶ αὐτὸς Κρόνις οἱ δύο
ἀλλήλων ἔγγυοι εἰς ἔκτεισιν Λυσιμάχῳ
Διδύμου τοῦ Διδύμου ὡς ἐτῶν λη οὐλὴ
ἀντικνημίῳ δεξιῶι ἔχειν παρὰ τοῦ
Λυσιμάχου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου
χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ριβ
καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας
Ἰσιδώραν καὶ Κρόνιον ἀποδώσειν τῷ Λυσιμάχῳ τὰς τοῦ ἀργυρίου δραχμὰς ριβ
καὶ τοὺς τόκους ἐν μηνὶ Ἐπὶφ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.