no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 33472.
Each record below describes this same artifact or text from a different angle.
ο καὶ γὰρ ἀκριβῶς γινώσκομεν ὅτι κατελέγημεν τούτοις παρὰ τῇ σῇ πρὸς ἡμᾶς σου διαθέσει. γίνωσκε δὲ τοὺς σοὺς πάντας καὶ ἡμᾶς αὐτοὺς ὑγιαίνειν· καὶ δεόμεθα γράφειν ἡμῖν ὅπως ἐγνωκότες τὰ τῆς ὁλοκληρίας σου εὐθυμή σωμεν καὶ παυσώμεθα ὀλιγωροῦντες. Κορέλλιος ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου υἱέ. Δίδυμος ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριέ μου πάτρων. Φιδείας ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριέ μου πάτρων. Πατῶς ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριέ μου πάτρων. Ἀλῆς ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριέ μου πάτρων. ἀσπαζόμεθα Διόσκορον καὶ Εὐδαίμονα καὶ τοὺς παρὰ σοὶ παῖδας. εφευτ καὶ Ἀλῆτος καὶ ΠατῶτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.