no image
DDbDP-text
Sale of Wheat via HGV-meta
Advance sale of 30 artabas of wheat by Epimenes to Timokles. A double contract recording an advance sale of wheat: Epimenes, an Athenian, has been paid by Timokles, a Chalcidian, for 30 artabas of wheat to be delivered from the next harvest at the village of Peroe, with a penalty of 4 drachmas per artaba if he fails. It dates to the 5th year of Ptolemy I (285-284 BC), probably from the Herakleopolite nome. machine translation
Linked by Trismegistos ID
TM 2817.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λάγου τῶι ε ἔτει μηνὸς Δίου. ἀπέδοτο Ἐπιμένης Ἀθηναῖος Τιμοκλεῖ Χαλκιδεῖ πυρῶν ἀρτάβας τρίακοντα , καὶ τὴν τιμὴν ἀπέχει Ἐπιμένης παρὰ Τιμοκλέους ἅμα τῆι συνγραφῆι. ἀποδότω δὲ Ἐπιμένης τὸν
σῖτον Τιμοκλεῖ ἐκ νέων τῶν ἐπιόντων ἀφʼ ἅλω ἐν μηνὶ Πανήμωι σῖτον καθαρὸν ἀπὸ πάντων μέτρωι τῶι χοι τῶι βασιλικῶι
ἐν κώμηι Περόηι, ἐὰν δὲ μὴ ἀποδῶι ἀποτεισάτω Ἐπιμένης Τιμοκλεῖ τιμὴν τῆς ἀρτάβης ἑκάστης δραχμὰς
τέσσαρας , καὶ ἡ πρᾶξις ἔστω Τιμοκλεῖ ἐκ τῶν ὑπαρχόντων τῶν Ἐπιμένους πράσσοντι τρόπωι ὧι ἂν βούληται.
ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ αν ἐπιφέρηι Τιμοκλῆς
ἢ ἄλλος ὑπὲρ Τιμοκλέους πράσσων κατὰ τὰ αὐτά.
μάρτυρες Ι[…]Διονύσιος Ἀριστόμαχος Μελι[…]
νοις Στάσιππος Κ[…]οσς. συνγραφοφύλαξ Διονύσιος
Ἡρακλέους.
βασιλεύοντος Πτολεμαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λάγου
τῶι ε ἔτει μηνὸς Δίου. ἀπέδοτο Ἐπιμένης Ἀθηναῖος Τιμοκλεῖ Χαλκιδεῖ πυρῶν ἀρτάβας τριάκοντα καὶ τὴν τιμὴν
ἀπέχει Ἐπιμένης παρὰ Τιμοκλέους ἅμα τῆι συνγραφῆι.
ἀποδότω δὲ Ἐπιμένης τὸν σῖτον Τιμοκλεῖ ἐκ νέων τῶν
ἐπιόντων ἀφʼ ἅλω ἐν μηνὶ πανήμωι σῖτον καθαρὸν ἀπὸ
πάντων μέτρωι τῶι χοι τῶι βασιλικῶι ἐν κώμηι Περόηι,
ἐὰν δὲ μὴ ἀποδῶι ἀποτεισάτω Ἐπιμένης Τιμοκλεῖ
τιμὴν τῆς ἀρτάβης ἑκάστης δραχμὰς τέσσαρας , καὶ ἡ
πρᾶξις ἔστω Τιμοκλεῖ ἐκ τῶν ὑπαρχόντων τῶν Ἐπιμένους πράσσοντι τρόπωι ὧι ἂν βούληται. ἡ δὲ συνγραφὴ
ἥδε κυρία ἔστωοὗ ἂν ἐπιφέρῃ Τιμοκλῆς ἢ ἄλλος ὑπὲρ
Τιμοκλεόυςπράσσων κατὰ τὰ αὐτά. μάρτυρες[…]
[… ? lines lost …]
[v]
[…]
[…]ου
Μελι……
Διονυσίου
Ἐπιμένους
ΤιμοκλέουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.