Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.horak.10
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος ἔτους εἰκοστοῦ καὶ ἐνάτου, μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ πανευφήμου ἔτους τεσσαρεσκαιδεκάτου τῆς τετάρτης ἰνδικτίονος τοῖς δικαίοις τοῦ ἁγίου μαρτυρίου τοῦ ἁγίου Ἰωάννου ὑπὲρ ἀρουρῶν πέντε τρίτου καὶ τοῦ ἁγίου μαρτυρίου τῶν ἁγίων Τριῶν Μαρτύρων τοῦ ἁγίου Σεραπίου ὑπὲρ ἄλλων ἀρουρῶν δύο τῶν διακειμένων ἐπὶ τῆς πεδιάδος κώμης Θύνεως τοῦ Ἑρμοπολίτου νομοῦ διὰ σοῦ υτονου Καλλινίκου παρὰ Αὐρηλίου Σόιτοςιτος υἱοῦ μητρὸς ἀπὸ κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῶν αὐτῶν ἁγίων μαρτυρίων ἐπὶ τριετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῶν νῦν ὄντων ἐν ἀγροῖς τῆς σὺν Θεῷ εὐτυχοῦς εἰσιούσης πέμπτης ἰνδικτίονος καὶ αὐτῆς τὰς διαφερούσας τοῖς αὐτοῖς ἁγίοις μαρτυρίοις ἀρούρας ἑπτὰ τρίτον σπορίμης γῆς ἐν τῷ γεωργίῳ καλουμένῳ Τβωτη σὺν τῷ μέρει τοῦ ἐκεῖσε λάκκου καὶ τούτου τοῦ κυκλευτηρίου καὶ βοοστασίου καὶ καὶ παντὸς δικαίου τοῦ αὐτοῦ γεωργίου καλουμένου Τβωτη ἀρουρῶν τριάκοντα ἀδιαιρέτου κατὰ κοινωνίανκοινωνείαν τῶν ἄλλων κοινωνῶν ος καὶ ἕκαστον εἰς συμπλήρωσιν τοῦ αὐτοῦ γεωργίου καλουμένου Τβωτη ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶνομοῦεἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι φόρου κατʼ ἐνιαυτὸν τῶν πέντε τρίτου ἀρουρῶν τοῦ ἁγίου Ἰωάννου κατʼ ἔτος ἑκάστης ἀρούρης σίτου ἀρταβῶν ἓξ καὶ κριθῶν ἀρταβῶναρταβας δύο καὶ λαχανο σπέρμου ἀρτάβης ἕκτου τῶν δύο ἀρουρῶν τῶν ἁγίων Μαρτύρων τοῦ ἁγίου Σεραπίου κατʼ ἔτος ἑκάστης ἀρούρης σίτου ἀρταβῶν καὶ κριθῶν ἀρταβῶν καὶ λαχανοσπέρμου ἀρτάβης ἕκτου, τῷ μὲν κατὰ μίμησιν τῶν αὐτῶν τοῦ αὐτοῦ γεωργίου ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσω καὶ μετρήσω τοῖς αὐτοῖς ἁγίοις μαρτυρίοις κατὰ καιρὸν ἐσόμενον τῷ παραλημπτικῷ μέτρῳ Ἀθηναίῳ καθιστανόμενον αὐτὸν τὸν φόρον ς ἀνυπερθέτως ἐν μηνὶ Ἐπεὶφ κατʼ ἔτος εἰς τὸν τῶν αὐτῶν ἁγίων μαρτυρίων θησαυρὸν ἐν Ἑρμοῦ πόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Cross-references (3)
- TM-Text 78366 primary
- DDbDP-Text p.horak;;10 tier-1
- HGV-Text 78366 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.