no image
DDbDP-text
A strategos on trial before the provincial governor: a new Llook at a petition to the Roman Prefect of Egypt (P.Wisc. I 33) via HGV-meta
Linked by Trismegistos ID
TM 13709.
Each record below describes this same artifact or text from a different angle.
Μάρκωι Πετρωνίωι Ὁνωράτῳ ἐπάρχῳ Αἰγύπτου
παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ Ἀρσινοίτου. οὗ ἐπέδωκα ἀναφορίου καὶ ἧς ὑπέγραψας ἱερᾶς ὑπογραφῆς, κύριε, ἀντίγραφον ὑπέταξα.
ἐπεὶ οὖν ὁ ὑπογεγραμμένος Σαραπάμμων οὐ κατέβη ἐπὶ τὸν ἱερώτατόν σου
διαλογισμὸν οὐδὲ ὑπʼ ἀναγορίαν τῶν τοῦ στρατηγοῦ, ἵνα λαμβάνῃς ἀξιῶ, ἐάν σου
τῇ εὐμενεστάτῃ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος
στρατηγῷ, ἐάν περ ἐν τῷ νομῷ ᾖ ὁ Σαραπάμμων ἢ ἐν τῷ Ἡρακλεοπολίτῃ, ἱκανὸν
ἀσφαλὲς αὐτοῦ λαβεῖν, ἵνα φανῇ ἐπὶ τοῦ ἱερωτάτου σου βήματος. ἀντίγραφον ἀναφορίου.
Μάρκῳ Πετρωνίωι Ὁνωράτωι ἐπάρχῳ Αἰγύπτου
παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ Ἀρσινοίτου. πάντων αἴσχιστόν ἐστιν τῶν ἐν τῷ βίῳ ἀδικημάτων τὸ ἐλευθέρους ἀνθρώπους ὕβρεως τυγχάνειν, καὶ διὰ τοῦτο προσφεύγω σοι, τῷ κυρίῳ, δηλῶν καὶ τὸν
τῆς ὕβρεως τρόπον. Σαραπάμμων γάρ τις ἀπὸ νομοῦ Ἡρακλεοπολίτου κωμοστράτηγος ὢν ὑπὸ Θέωνα τὸν τῶν δύο μερίδων στρατηγὸν τοιαῦτά με διέθηκεν
ὥστε κινδυνεύειν τῷ ζῆν, διʼ ἣν αἰτίαν ἐπιζητῶν τὸν αὐτοῦ τρόπον καὶ ὃν προβεβίωκεν χρόνον ἐπέγνων αὐτὸν γενόμενον κωμογραμματέα καὶ ἐν πολλοῖς ἐγκλήματος τυχόντα πεφυγαδεῦσθαι ὑπὸ τοῦ λαμπροτάτου Μαμερτίνου
[…]…ιπ…[…]…[…]…ον καίτοι τῶν τοιούτων κεκωλυμένων δημοσίοις πράγμασι προσιέναι. ἴσθι γε καὶ κωμοστρατηγεῖν, τουτέστιν ἄρχειν, καὶ κωμῶν
κακοήθους ἐᾶν τοὺς ἐλευθέρους τύπτειν καὶ παίειν καὶ μαστιγοῦν. τῶν οὖν τοιούτων ὀφειλόντῶν ἐπιστάσεως τυχεῖν ἐν τῇ ἐλευθεριωτάτῃ σου ἡγεμονίᾳ
ἀξιῶ, ἐάν σοι δόξῃ, γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ ἱκανὸν ἀσφαλὲς αὐτοῦ
λαβεῖν ἕως ἔλθῃ πρὸς ἱεράν σου παρουσίαν, ἵνα τῆς ἐπʼ ἄκρον ἐκδικίας τύχω.
ἀντίγραφον τῆς ὑπογραφῆς. ὅταν διαγινώσκω τῶν πρὸς τὸν στρατηγὸν
ἔντυχέ μοι, παραγγείλας τῷ Σαραπάμμωνι. ἔτους ια Θὼθ ι. διευτύχει.
ἔτους ια […]
[…]… ἔχεις ὑπεγράφη. ἀπόδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.