Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kellis.1.63

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κυρίοις καὶ ποθεινοτάτοις υἱοῖς καὶ ἡμῖν ἐρασμιωτάτοις Παυσανίᾳ καὶ Πισιστράτῳ ἐν θεῷ χαίρειν. πολλῆς καὶ ἀπείρου οὔσης ἔν τε δια νοίᾳ καὶ στόματι ἡμῶν τῆς ὑμετέρας εὐφημίας βούλομαι διὰ γραμμάτων ταύτην ἐπὶ τοσοῦτον ἐκφᾶναι καὶ ἐπεκτεῖναι· τῷ γὰρ ἐν ὑμῖν εἰλικρι νεστάτῳ νῷ τοῦτο ἀναγέγραπται καὶ μεμαρτύρηται· ὅμως καὶ τὸ γράμμα μετρίως εὐφραίνειν ἐπιστάμενοι ἐπειγόμεθα καὶ τούτῳ συνεχῶς χρᾶ σθαι καὶ ὧν ἔνδον πρὸς τὴν ὑμετέ ραν φέρομεν θεοσεβῆ διάθεσιν κυη μάτων θείων εἰς τοὺς ανασωδι σιας ἐκπέμπειν· πάνυ γὰρ ἡδόμεθα καὶ χαίρομεν κομιούμενοι τὰ τῆς ὑμε τέρας εὐνοίας τεκμήριά τε καὶ ἀσμέ να ὑμῶν γράμματα, λέγω ν· καὶ νῦν ἀπολαύομεν πνευματικῶν ὀλίγων καρπῶν, ἀπολαύομεν δὲ πά λιν καὶ τῶν ψυχικῶν τῆς εὐσεβοῦς φορας δηλονότι· καὶ ἀμφοτέρων πεπλησμένοι πᾶσαν εὐλογίαν σπευ σόμεθα πρὸς τὴν φωτινοτάτην ὑ μῶν ψυχὴν καθʼ ὅσον ἡμῖν ἐστι δυνα τὸν · μόνος γὰρ ὁ δεσπότης ἡμῶν ὁ παράκλητος ἱκανὸς ἐπαξίως ὑμᾶς εὐλογῆσαι καὶ τῷ δέοντι καιρῷ ἀνταμείψασθαι. κεκομίσμεθα μὲν οὖν τὸ σπυρίδιον καὶ προσομολογοῦμεν τῇ εὐσεβεστάτῃ ὑ μῶν προαιρέσει καὶ τὰ πρὸς τὸν κύριον ρυλλον δεδώκαμεν· ὁμοίως καὶ τὸ λιον εἰλήφαμεν· διαμένοιτε ἡμῖν τοιοῦτοι εὐχομένοις· τοὺς πάντων προσααξιώσατε οἱ ἀδελφοὶ ὑμῶν πολλὰ ὑμᾶς προσαγορεύουσιν vestiges καὶ ελιος ἐρασμιω τάτοις Πισιστράτῳ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.