no image
DDbDP-text
Πολεμαίωι ἰσοτίμωι τοῖς πρώτοις
φίλοις καὶ στρατηγῶι
παρʼ Ἀλεξάνδρου καὶ τῶν μετόχων
ἐκ κώμης Θμοιναυσίρεως. ἀδικούμεθα ὑπὸ Στράτωνος καὶ Ἡρακλείδου
ἀμφοτέρων Δράκοντος τῶν Διονυσίου
κατοίκων ἱππέων. παραληφθέντων
γὰρ ἡμῶν ἀντλεῖν ἐν τῶι
ἑαυτῶν ἀμπελῶνι περὶ Θμοιναυσῖριν,
ἐφʼ ὧι χωρὶς τοῦ μετρήματος δώσουσί
τισιν μὲν ἡμῶν οὖσι ε τακτομισθίαν ἑκάστωι … ιε, τοῖς δʼ ἄλλοις δύσι
ἑκάστωι ιβ τὰς τε συναγομένας …ϙθ
καὶ μέτρημα μηνῶν β ἀνὰ β μετρήματα κη
καὶ ὀψώνιον μηνῶν γ ἀνὰ δραχμὰς τ δραχμὰς … Βω,
ὀφείλοντες
οὐκ ἀποδιδόασι πλεονάκι ἀπηιτημένοι
ἡμῶν τὸν ἀντλητὸν ἐκπεπληρωκότων.
διὸ ἀξιοῦμεν σὲ μετὰ δεήσεως
καὶ αὐτοὶ ὀφείλοντες ἑτέροις μεταπεμψάμενον αὐτοὺς ἐπαναγκάσαι τὰ δίκαια ἡμῖν ποιῆσαι, ἵνα τύχωμεν μεγίστης βοηθείας.
εὐτύχει.
προσκαλέσασθαι.
ἔτους κη Μεσορὴ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.