no image
DDbDP-text
μετὰ τὴν ὑπατίαν […]
[…]
Αὐρήλιοι Ὡρίων καὶ Π-[…] υἱοὶ Παμοῦν ἀπὸ τῆς λαμπρᾶς καὶ
λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τῷ ἡμῶν ἀδελφῷ
ὁμοπατρίῳ Αὐρηλίῳ …[…] ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν.
ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι παρὰ σοῦ
ἐν χρήσει διᾲ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν ἡμῶν καὶ
ἀναγκαίαν χρείαν χρυσοῦ ἁπλοῦν δόκιμον
εὔσταθμον νομισμάτιον ἕν, γίνεται χρυσοῦ νομισμάτιον α κεφαλαίου
ἐπὶ τῷ ἡμᾶς παρασχεῖν σοι ὑπὲρ διαφόρου αὐτοῦ
κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ εἰσιόντος μηνὸς
Τῦβι τοῦ ἐνεστῶτος ἔτους […] τῆς παρούσης […]
ἰνδικτίονος ἀργυρίου μυριάδας […]
τὸ δὲ προκείμενον τοῦ κεφαλαίου χρυσοῦ νομισμάτιον ἓν ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου
ἐπάναγκες ἀποδώσομέν σοι […]
ἀνυπερθέτως γιγνομένης σοι τῆς πράξεως παρά τε
ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ παρʼ οὗ ἐὰν
ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων.
κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθέντες
ὡμολογήσαμεν.
Αὐρήλιοι Ὡρίων καὶ Π[…] υἱοὶ
Παμοῦν οἱ προκείμενοι ἔσχομεν ἐν χρήσει τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος
Μαρτύριος Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων
γράμματα μὴ εἰδότων.
di emu […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.