no image
DDbDP-text
μετὰ τὴν ἐμὴν τελευτὴν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν διὰ παντὸς τοῦ αὐτοῦ τρίτου μέρους μοναστηρίου ὁλοκλήρου μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καθὼς προγέγραπται καὶ χρῆσθαί σε καὶ οἰκονομεῖν καὶ διοικεῖν καὶ οἰκεῖν καὶ ἀνοικοδομεῖνἀνῳκοδομεῖν καὶ ἐκμισθοῦν καὶ νέμεσθαινέμεσθε ἐντεῦθεν ἤδη καὶ πάντα πράττειν καὶ ποιεῖν περὶ αὐτοῦ καθ’ ὃν ἐὰν αἱρῇαἱρῇς τρόπον ἀκωλύτως καὶ ἀνεγκλήτως μετὰ τὴν ἐμὴν τελευτὴν καὶ παραπέμψαι εἴς τε υἱοὺς καὶ ἐγγόνους καὶ ἑξῆς μεταπαραλημψομένους κληρονόμους καὶ διαδόχους καὶ διακατόχους εἰς τὸν ἅπαντα χρόνον μετὰ τὴν ἐμὴν τελευτὴν καὶ μὴ ἀντιποιήσασθαι μηδ’ ἄλλον τινὰ ὑ̈πὲρ ἐμοῦ μήθ’ υἱοὺς μήτε κληρονόμους μήτε διαδόχους μήτε διακατόχους τούτου τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ ἀλλὰ καὶ βεβαιώσειν μέ σοι ταύτην τὴν δωρεὰν πάσῃ βεβαιώσει ἀπὸ παντὸ διὰ παντὸς ἁπαξαπλῶς τοῦ ἀντιποιησομέ νου ἢσ ἐπελευσομένου σοι περὶ τούτου ἢ μέρους τούτου καθ’ ὁνδηποτοῦν τρόπον διὰ παντὸς ἐπάναγκες μέντοι γε σοῦ μὴ δυναμένου μήτε δυνηθησομένου ἐκβαλεῖν με ἀπὸ τοῦ σου συνοικεσίου εἰς ὅλον τὸν χρόνον τῆς ἐμῆς ζωῆς ἄχρι τῆς ἐμῆς τελευτῆς, εἰ δὲ ἐθέλησας ἐκβαλεῖν με ἀπὸ τοῦ σου συνοικεσίου πρὸ τῆς ἐμῆς τελευτῆς χωρὶς νομίμου αἰτίαςἐτίας ἤτοι πορνείαςπορνίαςπονίας ἐπὶ τῷ ταύτην μου τὴν δωρεὰν ἄκυρον εἶναι καὶ ἀνίσχυρον ἁπανταχοῦ προφερομένηνφροφερομένην. ἐπομνυμένην περὶ τούτου τόν τε παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ τὰ πάντα νικῶντος δεσπότου τῆς οἰκουμένης ΦλαυίουουΦλαυίουσυ Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ταῦθ’ οὕτως ἔχειν καὶ μηδὲν διεψεῦσθαι καὶ πρὸς σην ἀσφάλειαν ταύτην σοι ἐθέμην τὴν δωρεάν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.